421
μετ' αὐτοῦ εἰμι ἐν θλίψει· ἐξελοῦμαι αὐτὸν, καὶ δοξάσω αὐτόν. Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου. Τὰ μὲν περὶ τοῦ σκηνώματος ἀγγέλοις ἐνετέλλετο, κατὰ τὰ προαποδοθέντα, ὅπως ἄγγελοι τημελῶσι καὶ φυλάττωσι τοῦ ἐν Χριστῷ τετελειωμένου ἀνδρὸς, ἢ καὶ τῆς Ἐκκλησίας αὐτοῦ, ἢ καὶ τῆς σαρκὸς, ᾗ κέχρητο δίκην ὀργάνου ὑπὲρ τῆς ἀνθρώπων σωτηρίας. Ταῦτα γὰρ ὡς βραχύτερα καὶ εὐτελέστερα ἀγγέλοις ἐπετέτραπτο· καὶ οἶμαι ὅτι, ὡς ἄν τις οἰκέταις ἐπιτρέψειεν ὑποδημάτων διακονίαν, ἢ ἄλλων τινῶν εὐτελεστέρων ὑπηρεσίαν, οὕτως ὅσα μικρὰ καὶ σωματικὰ διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐνηργεῖτο σαρκὸς, τούτων ὑπηρέται καθίσταντο ἄγγελοι, καὶ διηκόνουν αὐτῷ· περὶ ὧν καὶ ἡ τοῦ Εὐαγγελίου γραφὴ μαρτυρεῖ λέγουσα, ὅτι Προσῆλθον ἄγγελοι, καὶ διηκόνουν αὐτῷ. Τὰ δὲ προὐργιαίτερα καὶ μείζονα καὶ ὑψηλότερα οὐκέτι ἀγγέλοις, ἀλλ' αὐτῷ τῷ Σωτῆρι ἀνατίθησι. Τίνα δὲ ἦν ταῦτα, δεδήλωται διὰ τῶν ἔμπροσθεν· ἐν οἷς ἦν καὶ τὸ, Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς καὶ μυριὰς ἐκ τῶν δεξιῶν σου. Τέλος δὲ πάντων καὶ ὑστάτη κατὰ πάντων τοῦ Σωτῆρος ἡμῶν νίκη παρίσταται διὰ τοῦ, Ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις δράκοντα καὶ λέοντα. ∆ηλοῦσθαι δὲ διὰ τούτων ἡγοῦμαι ἀρχὰς καὶ ἐξουσίας καὶ κοσμοκράτορας, καὶ τὰ πνευματικὰ τῆς πονηρίας. Ταύταις μὲν οὖν ἐπιβαίνειν, καὶ τὰ τοσαῦτα θηρία καταπατεῖν τοῖς θειοτέροις τῆς ἐνθέου δυνάμεως αὐτοῦ βαδίσμασιν αὐτὸς ὁ Σωτὴρ λέγεται· τὸ δὲ ἐν μηδενὶ προσκόπτειν, μηδ' ἐμποδὼν γίνεσθαί τινα ταῖς σωματικωτέραις ἐνεργείαις αὐτοῦ, ἄγγελοι τὴν διακονίαν εἰλήφεσαν. Ἀλλ' ὥσπερ ἐπὶ τοῦ σωματικοῦ σκηνώματος αὐτοῦ ἐλέγετο, Μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου, καὶ τὸ αἴτιον ἐπήγετο διὰ τοῦ, Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ· οὕτω καὶ νῦν μετὰ τὸ, 23.1165 Ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις δράκοντα καὶ λέοντα, πάλιν ἡ αἰτία ἐπιλέγεται, οὐκ ἐπ' ἀγγέλους ἀναφέρουσα, ἀλλ' ἐπ' αὐτὸν τὸν Ὕψιστον, οὗ ἐκ προσώπου λέλεκται, Ὅτι ἐπ' ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν. Πῶς δὲ ἐπ' αὐτὸν ἤλπισε, προλαβὼν ἐδίδαξεν ὁ λόγος εἰπών· Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου· καὶ, Ἐρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ, καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ' αὐτόν. Ἡ τοίνυν ἐπινίκιος καὶ τελευταία πρᾶξις μετὰ πάσας τὰς προκαταλεχθείσας τοῦ Σωτῆρος ἡμῶν, ἢ καὶ τοῦ ἐν αὐτῷ τελειουμένου ἀνδρὸς, ἢ καὶ τοῦ αὐτοῦ τελείου σώματος τῆς Ἐκκλησίας αὐτοῦ, δηλωθεῖσα διὰ τοῦ, Ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις δράκοντα καὶ λέοντα, τὴν πᾶσαν ἀναφορὰν καὶ τῆς νίκης τὴν αἰτίαν ἐπὶ τῷ Ὑψίστῳ ἀνατίθησι. ∆ιὸ λέλεκται· Ὅτι ἐπ' ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτὸν, ὅτι ἔγνω τὸ ὄνομά μου. Μετ' αὐτοῦ εἰμι ἐν θλίψει, ἐξελοῦμαι καὶ δοξάσω αὐτόν. Καί μοι δοκεῖ καθ' ἑτέραν διάνοιαν ἡ προφητεία θεσπίζειν πάντα τὸν τρόπον τοῦ κατὰ ἄνθρωπον βίου τοῦ Σωτῆρος ἡμῶν· λέγω δὲ τὸν πρῶτον πειρασμὸν, καὶ τὸν κατὰ τὸ πάθος, τήν τε μετὰ τὴν λύσιν τοῦ σώματος ἐπὶ τὰς ἀντικειμένας δυνάμεις ἔφοδον. Καὶ τὰ μὲν πρῶτα τοῦ ψαλμοῦ· κοινότερον δὲ οὕτω λεγέσθω ἡ παροῦσα προφητεία τὸν πειρασμὸν αἰνίττεσθαι τὸν ἐπὶ τῆς ἐρήμου, ὃν ἐν τοῖς Εὐαγγελίοις εἰσῆκται πειραθεὶς ὑπὸ τοῦ διαβόλου· τὰ δὲ δεύτερα, ἐν οἷς ἀγγέλους διακονεῖσθαι τῷ αὐτοῦ σώματι παρέστησεν ὁ λόγος, τὴν κατὰ τὸν ἀνθρώπινον βίον διατριβὴν αὐτοῦ· τὰ δὲ τρίτα, δι' ὧν λέγεται ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβεβηκέναι, καὶ καταπεπατηκέναι δράκοντα καὶ λέοντα, τὴν μετὰ τὸν θάνατον κατὰ τῶν ἀρχοντικῶν πνευμάτων νίκην· μεθ' ἃ πάντα ἐπιλέγεται· Ἐξελοῦμαι αὐτὸν καὶ δοξάσω αὐτόν· Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου, τῆς μετὰ τὸν θάνατον ἐκ νεκρῶν σωτηρίας, καὶ τῆς μακραίωνος καὶ ἀθανάτου ζωῆς, τῆς τε ἐνθέου δόξης καὶ τῆς παρὰ τῷ Πατρὶ τιμῆς τε καὶ βασιλείας διὰ τούτων παρισταμένης.