422
ΨΑΛΜΟΣ Ω∆ΗΣ, ΕΙΣ ΤΗΝ ΗΜΕΡΑΝ ΤΟΥ ΣΑΒΒΑΤΟΥ. Αʹ. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε, τοῦ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα, ἐν δεκαχόρδῳ ψαλτηρίῳ μετ' ᾠδῆς ἐν κιθάρᾳ. Τὰς τῶν Σαββάτων ἡμέρας οἱ πρὸ Μωϋσέως δίκαιοι καὶ θεοφιλεῖς ἄνδρες οὔτ' ᾔδεσαν, οὔτ' ἐφύλαττον. Οὔτ' οὖν αὐτὸς Ἀβραὰμ, οὔτε Ἰσαὰκ, οὔτε Ἰακὼβ, οὔτε οἱ τούτου παῖδες, ἀλλ' οὐδὲ οἱ ἔτι τούτων τῷ χρόνῳ παλαιότεροι φαίνονται γινώσκοντες ἡμέραν Σαββάτου. Ἐπεὶ τοίνυν οἱ ἐκ περιτομῆς, ὡς μέγα τι κατορθοῦντες, τὰ Σάββατα φυλάττειν ἡγοῦνται, ἃ οὐδὲ φυλάττουσι κατὰ τὸ βούλημα τοῦ νόμου, παραθετέον αὐτοῖς τὰ εἰρημένα. Καὶ ἐπειδὴ κατάπαυσιν σημαίνει τὸ Σάββατον, γέγραπται γοῦν· Καὶ κατέπαυσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ζʹ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἐποίησε, καὶ ἡγίασεν 23.1168 αὐτήν· ἐρεῖς, ὅτι προσήκει νοῆσαι Θεοῦ κατάπαυσιν, καὶ τὸ ἀληθινὸν Σάββατον ἐκδέξασθαι ἐπαξίως τοῦ Θεοῦ. Τοὺς γὰρ ἀσεβεῖς ἀνθρώπους φησὶ μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ λέγων ἐν ψαλμοῖς, Ἀεὶ πλανῶνται τῇ καρδίᾳ. Αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου, ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Οὐκοῦν ἀναγκαῖον κατὰ διάνοιαν ἐκλαβεῖν Σάββατα Θεοῦ, καὶ ἀνάπαυσιν Θεῷ πρέπουσαν, ἧς ἀσεβεῖς μὲν οὐκ ἀξιοῦνται, μόνοι δὲ οἱ δίκαιοι καὶ τοῦ Θεοῦ φίλοι. Οὕτω γοῦν εἴποιμεν ἂν καὶ τὸν Ἀβραὰμ, καὶ τὸν Ἰσαὰκ, καὶ τὸν Ἰακὼβ, τούς τε πρὸ αὐτῶν καὶ μετ' αὐτοὺς θεοφιλεῖς πάντας κατὰ διάνοιαν ἐγνωκέναι καὶ πεφυλακέναι τὰ Σάββατα τοῦ Θεοῦ, καὶ εἰσεληλυθέναι εἰς τὴν κατάπαυσιν αὐτοῦ. Τί δὴ οὖν σημαίνει τὸ Σάββατον, ἀναγκαῖον ἐπιστῆσαι. Ὁ λόγος ἀνάπαυσιν δηλοῖ Θεοῦ· εἰσάγει τε ταύτην μετὰ τὴν τῶν αἰσθητῶν κοσμοποιίαν. Θεοῦ δὲ ἀνάπαυσις τίς ἂν γένοιτο ἑτέρα τῆς πρὸς τοῖς νοητοῖς καὶ ὑπερκοσμίοις διαγωγῆς; Ὅτε μὲν γὰρ περὶ τὰ αἰσθητὰ περισκοπεῖ καὶ περὶ τὰ ἔργα τῆς τοῦ κόσμου προνοίας καταγίνεται, ἐργάζεσθαι λέγεται· καὶ οὕτως ἀκουστέον λέγοντος τοῦ Σωτῆρος ἡμῶν, Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι· ὅτε δὲ πρὸς τοῖς ἀσωμάτοις καὶ ὑπερκοσμίοις ἐστὶ, καὶ, ὡς ἂν εἴποι τις, ἐν τῇ αὐτόσε αὐτοῦ περιωπῇ, τὸ τηνικαῦτα ἀνάπαυσιν ἄγειν, καὶ τὸ αὐτοῦ Σάββατον ἐπιτελεῖν νοεῖται. Κατὰ τὰ αὐτὰ τοιγαροῦν καὶ οἱ τοῦ Θεοῦ ἄνδρες, ἐπειδὰν, τῶν κοπούντων τὴν ψυχὴν ἔργων (τοιαῦτα δὲ πάντα τὰ σωματικὰ καὶ φίλα τῆς γεώδους σαρκὸς), ἀπαλλαγέντες, ὅλοι γένωνται πρὸς τῷ Θεῷ καὶ πρὸς τῇ τῶν θείων καὶ νοητῶν σχολῇ τε καὶ θεωρίᾳ, τότε τὰ φίλα τῷ Θεῷ Σάββατα καὶ ἀνάπαυσιν Κυρίῳ τῷ Θεῷ ἄγουσι. Καὶ περὶ τῶν τοιούτων Σαββάτων διδάσκει λέγων· Ἆρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ; καὶ πάλιν· Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν. Τὸ γὰρ τέλειον Σάββατον, καὶ ἡ τελεία καὶ ἡ τρισμακαρία κατάπαυσις ἐν τῇ τοῦ Θεοῦ βασιλείᾳ τυγχάνει, ὑπὲρ τὴν ἑξαήμερον δημιουργίαν καὶ τῶν αἰσθητῶν ἁπάντων ἐκτὸς ἐν ἀσωμάτοις καὶ ὑπερκοσμίοις, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη, καὶ στεναγμός· ἔνθα τῆς θνητῆς καὶ φθαρτῆς ζωῆς ἀπαλλαγέντες, καὶ ἀργίαν ἀργήσαντες τὴν θεοφιλῆ καὶ μακαρίαν, τῶν τε σωματικῶν πράξεων καὶ τῆς δουλείας τῆς σαρκὸς ἐλευθερωθέντες, σὺν αὐτῷ τῷ Θεῷ καὶ παρ' αὐτῷ γενόμενοι, σαββατίσομέν τε καὶ ἀναπαυσόμεθα. ∆ιό φησιν ὁ Ἀπόστολος· Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν. Εἰκόνα δ' ἐκείνου τοῦ Σαββάτου καὶ τῆς τελείας ἐκείνης καὶ τρισμακαρίας ἀναπαύσεως φέροντες ἐπὶ γῆς τοῦ Θεοῦ ἄνδρες, σχολὴν μὲν ἐποιοῦντο καὶ ἀργίαν τῶν μακρὰν ἀφιστάντων τοῦ Θεοῦ, ὅλοι δὲ πρὸς τῇ τῶν θείων θεωρίᾳ γιγνόμενοι, δι' ἡμέρας τε καὶ νυκτὸς τῇ τῶν ἱερῶν λόγων μελέτῃ προσκαρτεροῦντες, ἅγια Σάββατα καὶ ἀνάπαυσιν φίλην τῷ Θεῷ διανέπαυον τότε καὶ ἐσαββάτιζον. Ἔνθεν