423
εἰκότως καὶ ὁ 23.1169 Μωϋσέως νόμος, σκιὰς τῶν εἰρημένων καὶ σύμβολα παραδιδοὺς, ἡμέραν τινὰ τοῖς πλήθεσιν ἀφώρισε, ὅπως κἂν ταύτῃ ἀπέχωνται μὲν τῶν συνήθων ἔργων, σχολάζοιεν δὲ τῇ τοῦ θείου νόμου μελέτῃ. Ὅ γε μὴν παρὼν ψαλμὸς διαῤῥήδην διδάσκει ἐπὶ τοῦτο δεῖν τὴν τοῦ Σαββάτου σχολὴν ποιεῖσθαι καὶ τὴν τῶν ἀνωφελῶν ἀργιῶν ἐπὶ τὸ κατὰ ταὐτὸν συνερχομένους ἐργάζεσθαι τὰ διὰ τοῦ ψαλμοῦ δηλούμενα. Ἦν δὲ πρῶτον ἐξομολογεῖσθαι τῷ Κυρίῳ· δεύτερον ψάλλειν διὰ τῶν μουσικῶν ὀργάνων τῷ ὀνόματι αὐτοῦ· τρίτον ἀναγγέλλειν κατὰ τὰς ἑωθινὰς ὥρας τὸ ἔλεος αὐτοῦ· τέταρτον διηγεῖσθαι τὴν ἀλήθειαν αὐτοῦ κατὰ τοὺς νυκτερινοὺς καιρούς· καὶ ταῦτα πράττειν μὴ μόνον χείλεσι καὶ φωνῇ, ἀλλὰ καὶ διὰ τῆς τῶν μουσικῶν ὀργάνων ἀνακρούσεως· Ἐν δεκαχόρδῳ γὰρ, φησὶ, ψαλτηρίῳ καὶ μετ' ᾠδῆς ἐν κιθάρᾳ. Ὁρᾷς οὖν ὅσα πράττειν ὁ παρὼν λόγος παραινεῖ κατὰ τὴν τῆς ἀναστάσεως ἡμέραν; Ἐπιγέγραπται γοῦν ὁ ψαλμὸς, εἰς τὴν ἡμέραν τοῦ Σαββάτου. Ἀλλὰ καὶ οἱ ἱερεῖς ἐν τῷ ἱερῷ κατὰ τὸ Σάββατον ἕτερα πλεῖστα ἔπραττον κατὰ τὸν νόμον. Οὐκ ἄρα ὁλοσχερῶς ἀργεῖν προστάττει. Ἀλλ' οὐδὲ τοῖς ἱερεῦσιν ἡ τοῦ Σαββάτου ἡμέρα νενομοθέτητο· μόνοις δὲ τοῖς μὴ οἵοις τε οὖσι τὸν πάντα χρόνον τῆς αὐτῶν ζωῆς, καὶ πάσας αὐτῶν τὰς ἡμέρας τῇ τοῦ Θεοῦ λατρείᾳ καὶ τοῖς τῷ Θεῷ φίλοις ἔργοις σχολάζειν· τούτοις γὰρ ἐκ διαστημάτων ταῦτα πράττειν ἐνομοθέτει. Τοῖς γε μὴν πλησμονῇ γαστρὸς καὶ μέθῃ, καὶ πάσῃ ἀκοσμίᾳ κατὰ τὴν ἡμέραν τοῦ Σαββάτου ἑαυτοὺς παρέχουσιν, ὁ Θεὸς διὰ τοῦ προφήτου ἐπανατείνεται λέγων· Οἱ ἐφαπτόμενοι ψευδῶν Σαββάτων· καὶ πάλιν· Τὰς νεομηνίας ὑμῶν καὶ τὰ Σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι. ∆ιὸ δὴ παρῃτημένων ἐκείνων, διὰ τῆς Καινῆς ∆ιαθήκης Λόγος μετήγαγε καὶ μετατέθεικε τὴν τοῦ Σαββάτου ἑορτὴν ἐπὶ τὴν τοῦ φωτὸς ἀνατολὴν, καὶ παρέδωκεν ἡμῖν ἀληθινῆς ἀναπαύσεως εἰκόνα, τὴν σωτηρίαν καὶ Κυριακὴν καὶ πρώτην τοῦ φωτὸς ἡμέραν, καθ' ἣν ὁ Σωτὴρ τοῦ κόσμου μετὰ πάσας αὐτοῦ τὰς ἐν ἀνθρώποις πράξεις, τὴν κατὰ τοῦ θανάτοι νίκην ἀράμενος, τὰς οὐρανίους πύλας ὑπερέβαινεν ὑπὲρ τὴν ἑξαήμερον κοσμοποιίαν γιγνόμενος, τό τε θεοπρεπὲς Σάββατον καὶ τὴν τρισμακαρίαν ἀνάπαυσιν ὑπολαμβάνων, τοῦ Πατρὸς εἰρηκότος αὐτῷ· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ἐν ᾗ, φωτὸς οὔσῃ καὶ πρώτῃ καὶ τοῦ ἀληθοῦς ἡλίου ἡμέρᾳ, καὶ ἡμεῖς αὐτοὶ συνερχόμενοι διὰ μέσου ἓξ ἡμερῶν, ἅγιά τε Σάββατα καὶ πνευματικὰ ἑορτάζοντες οἱ ἐξ ἐθνῶν δι' αὐτοῦ λελυτρωμένοι καθ' ὅλης τῆς οἰκουμένης, τὰ τῷ Σαββάτῳ πράττειν τοῖς ἱερεῦσι νενομοθετημένα κατὰ τὸν πνευματικὸν νόμον ἐπιτελοῦμεν. Θυσίας τε γὰρ καὶ ἀναφορὰς ποιούμεθα πνευματικὰς, τὰς καλουμένας θυσίας αἰνέσεως, καὶ θυσίας ἀλαλαγμοῦ· τό τε θυμίαμα τὸ εὐῶδες ἀναπέμπομεν, περὶ οὗ εἴρηται· Γενηθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου. Ἀλλὰ καὶ τοὺς ἄρτους τῆς προθέσεως προσφέρομεν, τὴν σωτήριον μνήμην ἀναζωπυροῦντες, τό τε τοῦ ῥαντισμοῦ αἷμα, τοῦ Ἀμνοῦ τοῦ Θεοῦ, τοῦ περιελόντος 23.1172 τὴν ἁμαρτίαν τοῦ κόσμου, καθάρσιον τῶν ἡμετέρων ψυχῶν· ποιούμεθά τε τὰ φῶτα τῆς γνώσεως προσώπου τοῦ Θεοῦ ἐξαπτόμενα. Ἀλλὰ καὶ τὰ ἐν τῷ μετὰ χεῖρας ψαλμῷ φιλοτίμως ἐκτελεῖν κατὰ τὴν αὐτὴν ἡμέραν σπουδάζομεν, ἔργοις τούτοις καὶ λόγοις ἐξομολογούμενοι Κυρίῳ, καὶ ψάλλοντες τῷ ὀνόματι τοῦ Ὑψίστου· ὄρθρου τε πρὸς αὐταῖς ἀνατολαῖς τοῦ ἡμετέρου φωτὸς τὸ γενόμενον ἔλεος ἐφ' ἡμᾶς τοῦ Θεοῦ διαγγέλλοντες, καὶ τὴν ἀλήθειαν αὐτοῦ κατὰ τὰς νύκτας διὰ σώφρονος καὶ ἁγνῆς ἀναστροφῆς ἐν δεικνύμενοι, καὶ πάντα δὴ ὅσα ἄλλα ἐχρῆν ἐν Σαββάτῳ τελεῖν, ταῦτα ἡμεῖς ἐν τῇ Κυριακῇ μετατεθείκαμεν, ὡς ἂν κυριωτέρας οὔσης αὐτῆς, καὶ ἡγουμένης, καὶ πρώτης, καὶ τοῦ Ἰουδαϊκοῦ Σαββάτου τιμιωτέρας. Κατὰ ταύτην γὰρ ἐν τῇ κοσμοποιίᾳ εἰρηκότος τοῦ Θεοῦ, Γενηθήτω φῶς, καὶ