424
ἐγένετο φῶς· καὶ κατ' αὐτὴν ταῖς ἡμετέραις ψυχαῖς ὁ τῆς δικαιοσύνης ἀνατέταλκεν Ἥλιος· διὸ δὴ καὶ ἡμῖν συνέρχεσθαι κατὰ ταύτην παραδέδοται, καὶ τὰ διὰ τοῦ ψαλμοῦ παρηγγελμένα καὶ ἡμῖν ἐπιτελεῖν προστέτακται· ὧν πρῶτόν ἐστι τὸ ἐξομολογεῖσθαι· ἀρχὴ γὰρ ἀγαθῶν ἡ τῶν προτέρων κακῶν ἀπόλυσις διὰ γνησίας μετανοίας καὶ ἐξομολογήσεως ἐγγιγνομένη, ἄγουσά τε ἐπὶ τέλος ἀγαθὸν αὐτὸν τὸν Θεόν. Εἰ γὰρ οὐδεὶς ἀγαθὸς εἰ μὴ ὁ Θεὸς, ἀγαθῆς πορείας τῆς ἐπὶ τὸν Θεὸν ἀγούσης, ἀγαθὴ γένοιτ' ἂν ἀρχὴ ἡ ἐξομολόγησις. ∆ιὸ λέλεκται· Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ. Καὶ γὰρ προσήκει μὴ ἀνθρώποις ἐπιδείκνυσθαι τὴν ἐξομολόγησιν, ἀλλ' αὐτῷ τῷ τὰς καρδίας ἐρευνῶντι Κυρίῳ. Ἐπεὶ δὲ λαμβάνεται ἡ ἐξομολόγησις καὶ ἐπὶ τῆς εὐχαριστίας, ὡς πολλάκις ἡμῖν εἴρηται, εἰκότως κατὰ τὴν Κυριακὴν ἡμέραν καὶ τὰς εὐχαριστίας ἡμῶν ἀποδίδομεν τῷ Κυρίῳ, πανταχοῦ τῆς οἰκουμένης ἐν ταῖς ἐκκλησίαις αὐτοῦ συνερχόμενοι. Προκόψαντες δὲ διὰ τῆς ἐξομολογήσεως, ἤδη καὶ ψάλλειν κελευόμεθα ἐπὶ κρείττονα ψυχῆς κατάστασιν προελθόντες· ἐπιδόντες δὲ ἔτι καὶ βελτίους γενόμενοι ἑαυτῶν, ἤδη καὶ εἰς ἑτέρους ἀπαγγέλλειν, διδάσκειν τε τοὺς ἡμῖν πλησιάζοντας τὰ τοῦ Κυρίου ἐλέη προσταττόμεθα· καὶ τοῦτο πράττειν κατὰ τὰς πρωϊνὰς ὥρας ὥσπερ ἀπαρχὰς τῶν δι' ἡμέρας πράξεων ἀνατιθέντες τῇ περὶ τοῦ ἐλέους τοῦ Θεοῦ διδασκαλίᾳ. Ταῦτα δὲ πράττειν ὁ λόγος παρακελεύεται ἅμα τῇ ἕῳ, προφυλάξαντας δηλαδὴ ἑαυτῶν τὰς ψυχὰς καὶ τὰ σώματα κατὰ τοὺς τῆς νυκτὸς καιροὺς ἅγια καὶ παντὸς μολυσμοῦ καθαρεύοντα, ἀλήθειάν τε εὐσεβείας ἐπιδεδεγμένους, διὰ τοῦ καὶ ταῖς νυκτεριναῖς ὥραις τῆς τοῦ Θεοῦ θεραπείας μεμνῆσθαι. Πάλαι μὲν οὖν, ὁπηνίκα διὰ συμβόλων καὶ τύπων ἐλάτρευον οἱ ἐκ περιτομῆς, οὐκ ἀπεικὸς ἦν διὰ ψαλτηρίων καὶ κιθάρας ἀναπέμπειν τινὰς τῷ Θεῷ τοὺς ὕμνους, καὶ τοῦτο ποιεῖν ταῖς ἡμέραις τοῦ Σαββάτου, παραλύοντας δηλαδὴ τὴν ἀργίαν, καὶ παραβαίνοντας τὸν νόμον τὸν περὶ τοῦ Σαββάτου· ἡμεῖς δὲ, τὸν ἐν κρυπτῷ Ἰουδαῖον ἀποσώζοντες κατὰ τὸν φάσκοντα Ἀπόστολον· Οὐ γὰρ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ ἡ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, ζῶντι ψαλτηρίῳ καὶ κιθάρᾳ ἐμψύχῳ, πνευματικαῖς τε ᾠδαῖς τὸν ὕμνον ἀποδίδομεν. Παντὸς δ' οὖν ὀργάνου μουσικοῦ γένοιτ' ἂν τῷ Θεῷ προσηνεστέρα ἡ τῶν Χριστοῦ 23.1173 λαῶν συμφωνία, καθ' ἣν ἐν πάσαις ταῖς τοῦ Θεοῦ ἐκκλησίαις, ὁμογνώμονι ψυχῇ καὶ μιᾷ διαθέσει, ὁμοφροσύνῃ τε καὶ ὁμοδοξίᾳ πίστεως καὶ εὐσεβείας, ὁμόφωνον μέλος ἐν ταῖς ψαλμολογίαις ἀναπέμπομεν. Τοιαύταις οὖν ψαλμῳδίαις καὶ κιθάραις πνευματικαῖς χρῆσθαι εἰώθαμεν, ἐπεὶ καὶ τοῦτο διδάσκει ὁ Ἀπόστολος λέγων· Ψαλμοῖς καὶ ᾠδαῖς καὶ ὕμνοις πνευματικοῖς. Εἴη δ' ἂν ἄλλως κιθάρα μὲν τὸ πᾶν σῶμα, οὗ διὰ τῶν κινήσεων καὶ τῶν πράξεων ἡ ψυχὴ τὸν πρέποντα τῷ Θεῷ ὕμνον ἀποδίδωσι· ψαλτήριον δὲ δεκάχορδον ἡ τοῦ ἁγίου Πνεύματος διὰ τῶν αἰσθητηρίων πέντε μὲν τοῦ σώματος, ἰσαρίθμων δὲ τῆς ψυχῆς δυνάμεων, ἐπιτελουμένη λατρεία· ἃ δὴ παριστὰς ὁ αὐτὸς Ἀπόστολός φησί που· Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ· ὡς καὶ τοῦ νοὸς ἰδίας ἔχοντος κινήσεις, δι' ὧν ἀνακρούεται τὸ σῶμα, καὶ τοῦ πνεύματος πάλιν οἰκείας, δι' ὧν τὴν ψυχὴν ἐνεργεῖ. Ὅτι εὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι. Ὁ νοήσας τὴν ὑπὸ τοῦ Θεοῦ πεποιημένην ἡμέραν, περὶ ἧς εἴρηται, Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ, οὗτος ἐρεῖ, Ὅτι εὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου. Ἀλλ' ἐπειδὴ περὶ τῆς ἡμέρας τοῦ Σαββάτου ὁ παρὼν ψαλμὸς προγέγραπται, ζητήσεις πῶς ἐν ἡμέρᾳ Σαββάτου ηὐφράνθαι λέγει, οὐκ ἐπὶ τῇ καταπαύσει τοῦ Θεοῦ, οὐδ' ἐπὶ τῇ ἀργίᾳ αὐτοῦ, ὡς ἂν ὑπολάβοιεν Ἰουδαῖοι, διὰ τὸ ἐν αὐτῇ καταπαῦσαι ἀπὸ πάντων τῶν ἔργων