425
αὐτοῦ, ὧν ἐποίησε. Καὶ μὴν ἐχρῆν, εἴπερ ἄρα εἰς τὸ Ἰουδαϊκὸν Σάββατον ἀνεφέρετο τὰ διὰ τοῦ ψαλμοῦ δηλούμενα, ἐπὶ τῇ σχολῇ τοῦ Θεοῦ, καὶ τῇ, ὡς ἂν εἴποιεν, ἀναπαύσει καὶ ἀργίᾳ αὐτοῦ ηὐφράνθαι λέγεσθαι· νῦν δὲ οὐχ οὕτω φησὶν, ἀλλ' Εὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι, ἄντικρυς παριστὰς ἰδίως μὲν νοεῖσθαι τὸ ποίημα, καὶ πάλιν ἰδίως τὰ ἔργα τῶν χειρῶν τοῦ Θεοῦ, ἐφ' οἷς ηὐφράνθαι ὁμολογεῖ, ἀλλ' οὐκ ἐπὶ τῇ ἀργίᾳ. Εἴη δ' ἂν ποίημα μὲν καθ' ἕνα τρόπον αὕτη ἡ ἡμέρα, περὶ ἧς εἴρηται· Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ· δηλοῖ δὲ τὴν ἀναστάσιμον καὶ Κυριακὴν ἡμέραν, ὡς ἐν ἑτέροις ἀποδεικτικῶς παρεστήσαμεν, τὰ ἀπὸ τῆς κοσμοποιίας παραθέμενοι, καθ' ἣν ὁ Μωϋσῆς· Ἐν ἀρχῇ, φησὶν, ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ ἐπιλέγει, Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς· καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν. Ὁρᾷς γὰρ ὡς οὐδὲν ἕτερον ἐν ταύτῃ γίνεται δημιούργημα, ἀλλ' αὕτη μόνη ἡ ἡμέρα, ὡς ἐφαρμόζειν αὐτῇ τὸ φάσκον λόγιον, Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος. Οὐδὲ γὰρ ἄλλο τι ἀλλ' αὐτὴν τὴν ἡμέραν ἐποίησεν, ἥτις ἦν ἡ πρώτη Κυριακὴ, περὶ ἧς καὶ νῦν λέγεσθαι τὸ, Ὅτι ηὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου· ἔργα δὲ χειρῶν αὐτοῦ τὰ ἐν ταῖς μετὰ ταῦτα ἡμέραις γεγενῆσθαι ἀναγεγραμμένα. Κατὰ δὲ ἕτερον τρόπον λεχθείη ἂν ποίημα μὲν τὰ νοητὰ καὶ λογικὰ καὶ ἀσώματα τοῦ 23.1176 Θεοῦ κτίσματα, καθ' ὃ καὶ ἡ κατ' εἰκόνα τοῦ Θεοῦ γεγενημένη ψυχὴ πεποιῆσθαι ἀναγέγραπται· ἔργα δὲ χειρῶν αὐτοῦ τὰ αἰσθητὰ καὶ σωματικὰ αὐτοῦ δημιουργήματα, περὶ ὧν εἴρηται· Ὅτι ὄψομαι τοὺς οὐρανοὺς, ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας. ∆ιδάσκει τοίνυν· ἡ μετὰ χεῖρας Γραφὴ, ἐν τῇ σχολῇ τῶν θείων ἀσκήσεων, καὶ τῇ τῶν σωματικῶν καὶ θνητῶν ἔργων ἀσχολίᾳ τε καὶ ἀργίᾳ, ἥν τινα Σάββατον καὶ ἀνάπαυσιν ὁ λόγος ἀποκαλεῖ, ἐν τῇ θεωρίᾳ τῶν τε νοητῶν ὁμοῦ καὶ τῶν αἰσθητῶν ἔργων τοῦ Θεοῦ σχολάζοντας λέγειν· Ὅτι ηὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι, ἐκ μεγέθους γὰρ καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται· καὶ τὰ νοητὰ δὲ καὶ ἀσώματα καὶ ὑπερκόσμια, τά τε ὁρατὰ αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, κατὰ τὸν ἱερὸν Ἀπόστολον. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, σφόδρα ἐβαθύνθησαν οἱ διαλογισμοί σου. Ἀνὴρ ἄφρων οὐ γνώσεται, καὶ ἀσύνετος οὐ συνήσει ταῦτα. Ἐμὲ, φησὶν, ηὔφρανας, ὦ Κύριε, ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου· ἀλλ' οὐ καὶ πᾶς ἀνὴρ τὴν αὐτὴν ἐμοὶ φέρει διάθεσιν. Πολλοὶ γάρ εἰσιν ἄφρονες καὶ ἀσύνετοι, οὐ γινώσκοντες, οὐδὲ συνιέντες αὐτὰ δὴ ταῦτα, ἐφ' οἷς αὐτὸς εὐφραίνεσθαι καὶ ἀγαλλιᾷν ὁμολογῶ. ∆ιόπερ ὁ ὡς ἀληθῶς ἄφρων καὶ ἀσύνετος ἀναιρεῖ μὲν τὸ προνοίᾳ καὶ λόγῳ Θεοῦ συνεστάναι τὸ πᾶν, εἱμαρμένῃ δὲ καὶ ἀνάγκῃ, ἀλόγῳ τε φορᾷ καὶ τύχῃ προσγράφει τὰ τηλικαῦτα τοῦ Θεοῦ δημιουργήματα. Ἀλλὰ καὶ ὡς ἀσύνετος προσκόπτει τῇ διοικήσει τοῦ παντὸς, διὰ τὸ δοκεῖν πολλὰς ἀνωμαλίας ἐν τῷ θνητῷ βίῳ θεωρεῖν. Ὁ μὲν οὖν ἄφρων καὶ ἀσύνετος δυσχεραίνων εὐθὺς ἐπὶ βλάσφημον καὶ ἀσεβῆ λογισμὸν τρέπεται, ἀθεότητά τε καὶ ἀπρονοησίαν, καὶ τὸ εἰκῆ, καὶ ὡς ἔτυχε, τούτων εἶναι φάσκων αἴτια· ἐγὼ δὲ, καὶ ἐπὶ τῶν προειρημένων ἀδήλων εὐσεβεῖν δεδιδαγμένος, πέπεισμαι, ὅτι ὑπὲρ τὴν ἐμὴν σμικρότητα τυγχάνουσιν οἱ τῆς σῆς κρίσεως καὶ διοικήσεως λόγοι. ∆ιό φημι· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! σφόδρα ὑπερυψώθησαν οἱ διαλογισμοί σου. Καὶ πόθεν γὰρ θνητοῖς λογισμοῖς ἐρευνᾷν τὰ βάθη τοῦ Θεοῦ, καὶ γινώσκειν τοὺς διαλογισμοὺς αὐτοῦ καθ' οὓς διοικεῖ τὰ ἀνθρώπινα; Ὡς γὰρ οὐδεὶς ἔγνω τῶν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῷ, οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐ δεὶς ἔγνω εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ, καὶ οὐχ οἷός τε λέγειν. Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου