427
σε τὸν αὐτοῦ Πατέρα, εὖ οἶδα καὶ αὐτὸς ὁμοίως ἐκείνῳ ὑψωθησόμενος. Ἐπεὶ γὰρ κεκλήμεθα κληρονόμοι εἶναι Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ, πέπεισμαι, φησὶ, τῆς αὐτῆς τῷ Χριστῷ σου βασιλείας ἀπολαύσειν, ὁπηνίκα τὸ γῆράς μου, τουτέστι τὰ ἔσχατα τῆς ἐμῆς ζωῆς ὑψωθήσεται ἐν ἐλαίῳ πίονι, Εἰ γὰρ καὶ τὰ μάλιστα τὰ τῆς νεότητος καὶ τὰ τῆς ἀκμῆς τῆς ἐμῆς ψυχῆς ὡς ἐν ἀγῶνι τῷ παρόντι βίῳ ταπεινοῦται γυμναζόμενα, ἀλλὰ τά γε ἔσχατα καὶ τῆς ψυχῆς αὐτῆς τὸ γῆρας, τουτέστιν ἡ τελείωσις τεύξεται τῆς ἐπὶ τὸ κρεῖττον μεταβολῆς, ἐν ἐλαίῳ περιττεύοντι καὶ πλουσίῳ καὶ πίονι, τῷ παρὰ σοὶ, τῷ ἐλεήμονι Θεῷ ζησομένης. Τότε δὴ τότε καὶ ὁ νῦν ἐπὶ τοῖς ἁμαρτωλοῖς ἐκτηκόμενός μου ὀφθαλμὸς, καὶ τὸν θνητὸν βίον ἀποκλαόμενος, ἐπόψεται τοῖς ἐχθροῖς μου, ὁρῶν δίκην τὴν πρέπουσαν διδόντας τοὺς νῦν παρὰ τοῖς πολλοῖς δοξαζομένους, ὧν τὸ τέλος διασκορπισμῷ παραδοθήσεται. Τότε δὲ οὐ μόνον ὁ ὀφθαλμός μου, ἀλλὰ καὶ αὐτὸ τὸ οὖς τῆς ἐμῆς ψυχῆς τὸ τέλος ἀκούσεται τῶν σήμερον ἐπανισταμένων ἐπ' ἐμὲ καὶ πονηρευομένων. Τούτων δ' οὖν ἕνεκα πάντων ὑπερθαυμάζων τοὺς τῆς σῆς προνοίας λόγους, καὶ τὴν ἀποκειμένην τοῖς πᾶσι παρὰ σοῦ δικαιοκρισίαν, ἐγὼ μὲν ὑπερευφραίνομαι καὶ ἀγαλλιῶ ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν σου· πᾶς δὲ ἄφρων ἀνὴρ καὶ ἀσύνετος οὐ συνίησι ταῦτα. ∆ιὸ δή φημι· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! καὶ οὐχ ἁπλῶς ἐβαθύνθησαν, ἀλλὰ σφόδρα ἐβαθύνθησαν οἱ διαλογισμοί σου· καθ' οὓς διαλογισμοὺς ἀποῤῥήτως καὶ βαθέως διοικεῖς τὸ πᾶν, ἐπιτρέπων καὶ συγχωρῶν ἀσεβέσι μὲν κατὰ τὸν παρόντα καιρὸν ἐπαίρεσθαι καὶ ὑψοῦσθαι, τοὺς δὲ εὐσεβεῖς ταπεινοῦσθαι, ὧν τὰ τέλη μαρτυρεῖ σου τῇ θαυμαστῇ καὶ πανσόφῳ διοικήσει· ἃ δὴ συνιδὼν καὶ ὁ θεῖος Ἀπόστολος ἐξεφώνησε τὸ, Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματά σου, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. ∆ίκαιος ὡς φοίνιξ ἀνθήσει, ὡς ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Οἱ μὲν ἁμαρτωλοὶ ὡσεὶ χόρτος ἐλέγοντο ἀνατέλλειν, καὶ καταλλήλως τῷ παραδείγματι τοῦ χόρτου, οὐκ εἰς μακρὸν διαφθείρεσθαι· ἅμα τε γὰρ ἀνέτειλεν ὁ χόρτος καὶ ἐξηράνθη, καὶ τὸ ἄνθος ἐξέπεσεν, ὥσπερ οὖν καὶ ἡ τῶν ἁμαρτωλῶν ζωή τε καὶ δόξα· ὁ δὲ δίκαιος οὐ κατὰ τὸν χόρτον, ἀλλὰ φοίνικος δίκην ἀνθήσει, ἄνω που φέρων τὰς ῥίζας, καὶ τὰς κομὰς, οὐ χαμαὶ κειμένας, ἀλλ' εἰς οὐρανὸν ἐκτεινομένας. Τούτων μὲν οὖν ἕνεκα φοίνικι παραβληθείη ἂν ὁ δίκαιος, οὐκ ἔτι δὲ καὶ τῷ μονοφυεῖ στελέχει τοῦ φοίνικος· πολυπληθεῖ γὰρ ἐν τοῖς κλάδοις τοῖς ἅμα αὐτῷ καὶ δι' αὐτοῦ σωζομένοις. Ὧν ἕνεκα παραβλητέον αὐτῇ τῇ κέδρῳ, οὐχ ἁπλῶς, ἀλλὰ τῇ ἐν τῷ Λιβάνῳ· πολλὴ δὲ αὕτη καὶ μεγαλοφυῶς πληθύουσα· ἅτε ἐν ὄρει φύουσα λιπαρωτάτῳ, φέροντι 23.1181 καὶ τρέφοντι οὐρανομήκη φυτά. Οὕτω δ' οὖν καὶ ὁ δίκαιος, μυρίους ἔχων τοὺς δι' αὐτοῦ καὶ σὺν αὐτῷ σωζομένους, κατὰ τοῦτο μὲν ἂν ἐμφερὴς τῇ κέδρῳ, τῷ δὲ φοίνικι κατὰ τὰ ἄλλως δεδηλωμένα. Ἀλλ' οὐ τοιοῦτοι ἦσαν οἱ ἀσεβεῖς, οἱ ὡσεὶ χόρτος ἀνατέλλοντες καὶ παραχρῆμα ἀφανιζόμενοι. Πεφυτευμένοι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσι. Σπάνιος μὲν ὁ ἄκρως τέλειος, ὁ καὶ δίκαιος ὠνομασμένος, φοίνικι καὶ κέδρῳ παραβεβλημένος· ἐπεὶ δὲ μὴ πάντες τοιοῦτοι, ἰστέον, ὅτι καὶ τῶν ἀτελεστέρων, πλὴν ἀλλὰ τῆς ἐν τῷ οἴκῳ τοῦ Θεοῦ φυτείας ἠξιωμένων, ἔστι τι ἀγαθὸν τέλος· ἐν γοῦν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσι. Νοήσεις δὲ καὶ τοῦτο οἶκον μέγαν Κυρίου ἀκούων τὴν Ἐκκλησίαν αὐτοῦ, τὴν ἐπὶ γῆς, κατὰ τὸν φήσαντα Ἀπόστολον· Ἵνα ἴδῃς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος· πεφυτευμένους δὲ ἐν ταύτῃ τοὺς τὰς ἀρχὰς τῆς ἐν θεοσεβείᾳ προκοπῆς ἐντεῦθεν εἰληφότας, οἷοι ἦσαν, οὓς ἐφύτευσεν ὁ Παῦλος, δι' οὓς καὶ ἔλεγεν, Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ἀλλ' ὁ Θεὸς ηὔξανεν. Οὗτοι οὖν οἱ ἐν τῇ περιγείῳ Ἐκκλησίᾳ τοῦ Θεοῦ πεφυτευμένοι ἄνθος