428
ἀποδώσουσιν εὐῶδες καὶ γόνιμον καὶ τῶν τελείων καρπῶν οἰστικὸν, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν μεταφυτευθέντες, τουτέστιν ἐν ταῖς ἐπουρανίοις μοναῖς· εἴ γε πολλαὶ παρὰ τῷ Πατρὶ, ἔνθα κατ' ἀξίαν διαμερισθέντες οἱ νῦν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ πεφυτευμένοι, κατὰ καιρὸν τὸν προσήκοντα ἐξανθήσουσιν. Ἔτι πληθυνθήσονται ἐν γήρᾳ πίονι, καὶ εὐπαθοῦντες ἔσονται, τοῦ ἀναγγεῖλαι, ὅτι εὐθὴς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Οὐ μόνον φησὶν, ὅτι ἐξανθήσουσιν ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ οἱ σήμερον ἐν τῷ οἴκῳ αὐτοῦ πεφυτευμένοι, ἀλλὰ καὶ αὐτοὶ πληθυνθήσονται, ὥσπερ ἀνωτέρω ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ ἐπληθύνετο. Πότε δὲ τοῦτο αὐτοῖς ἔσται, ἀλλ' ἢ ἐν τῷ γήρᾳ τῷ πίονι; Γῆρας δὲ ἐνταῦθα τὴν τελείωσιν πέπεισο λέγεσθαι τῆς ψυχῆς, ἐν ᾗ γενόμενοι εὐπαθοῦντες ἔσονται οἱ νῦν ἐν τῷ οἴκῳ Κυρίου πεφυτευμένοι. Εἰ γὰρ καὶ τὰ μάλιστα κατὰ τὸν παρόντα καιρὸν, ἐν ᾧ φυτεύονται ἐν τῷ οἴκῳ Κυρίου κακοπαθοῦντες διατελοῦσι, τοὺς πρώτους τῆς γεωργίας πόνους ὑπομένοντες· ἀλλ' ἐπὰν τοῦ γήρως τοῦ πίονος ἀξιωθῶσιν, εὐπαθοῦντες γενήσονται ἀναπαυόμενοι τῶν καμάτων καὶ τῶν ἀγώνων τὰ ἔπαθλα ἀποληψόμενοι· Ὁμολογήσουσί τε, Ὅτι εὐθὴς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Εἰ γὰρ μὴ τὰ κατηριθμημένα ἀγαθὰ ἔμελλε διαδέχεσθαι τοὺς τῷ Θεῷ ἀνακειμένους, καὶ εἰ μὴ τὸ ὀλέθριον τέλος περιέμενε τοὺς ἀσεβεῖς καὶ τοὺς ἐργαζομένους τὴν ἀνομίαν, ἦν ἂν τάχα ἀδικίαν ἐπικαλέσαι τῇ τοῦ Θεοῦ προνοίᾳ. Ὅτε δὲ τοιαῦτα τέλη καὶ τοῖς δικαίοις ἡτοίμασται, οἵων καὶ ἡμεῖς εὐχόμεθα τυχεῖν, καὶ τοῖς ἀσεβέσι τοιαῦται ἠπείληνται τιμωρίαι, ἀφ' ὧν γένοιτο ἡμᾶς ῥυσθῆναι· πῶς οὐκ ἀκόλουθον ἂν εἴη ὁμολογεῖν, Ὅτι εὐθὴς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ; 23.1184 Ἀλλ' ὁ μὲν ἄφρων ταῦτα οὐ γνώσεται, οὐδὲ ἀσύνετος συνήσει ταῦτα, διὰ τὸ σκοτίζεσθαι ὑπὸ τῆς οἰκείας ἀφροσύνης· ἐγὼ δὲ ὁ γνοὺς αὐτὰ καὶ συνιεὶς διὰ τὸ ὑπὸ θείου Πνεύματος πεφωτίσθαι, καὶ διὰ τὸ θεωρεῖν ὅπως ἐβαθύνθησαν σφόδρα οἱ διαλογισμοὶ τοῦ Θεοῦ· εἰκότως εὐφραίνομαι καὶ ἀγαλλιῶ ἐπὶ τῇ θείᾳ διοικήσει, φέρω τε τὰ παρόντα γενναίως διὰ τὴν τῶν μελλόντων ἐλπίδα. Ὧν ἕνεκα τὴν πᾶσαν ἐμαυτοῦ σχολὴν, καὶ τὴν ἀπὸ τῶν κακῶν ἀργίαν ἀνατιθεὶς τῷ Θεῷ, τὰ τρυφερὰ καὶ ἅγια Σάββατα ἐπιτελεῖν πειρῶμαι, διὰ τοῦ ἐξομολογεῖσθαι καὶ ψάλλειν καὶ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεος τοῦ Θεοῦ, καὶ τὴν ἀλήθειαν αὐτοῦ κατὰ νύκτα. Τότε γὰρ μάλιστα ἡ ἀλήθεια τῆς θεοσεβοῦς δείκνυται ψυχῆς, ὅτε, ἐν σκοτίᾳ καὶ σκότει τυγχάνουσα, ὡς ἐν λαμπροτάτῳ φωτὶ καὶ ἐν ἡμέρᾳ διαυγεστάτῃ τὸ γνήσιον καὶ εἰλικρινὲς τῆς συνειδήσεως ἐπιδείκνυται. Τοιοῦτος καὶ ὁ μετ' ᾠδῆς εἰρημένος ψαλμὸς εἰς τὴν ἡμέραν τοῦ Σαββάτου, τουτέστι τὸν τῆς κατὰ Θεὸν σχολῆς τε καὶ ἀναπαύσεως καιρὸν, ἐν ᾧ καὶ ἡμᾶς τῇ μελέτῃ τῶν θείων μαθημάτων σχολάζοντας, τοὺς εὐχαριστηρίους λόγους τῆς προκειμένης ᾠδῆς ἀναπέμπειν προσήκει τῷ Θεῷ. ΣΙΝΟΣ Ω∆ΗΣ ΤΩ ∆ΑΥΙ∆. Βʹ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. Ἐπεὶ κατὰ τὸν Ἀπόστολον ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως, τουτέστιν ἀπὸ τῆς πρώτης ἀνθρώπων γενέσεως μέχρι τῆς κατὰ Μωϋσέα σωματικῆς λατρείας, ἥτις ἐπιγείου Ἱερουσαλὴμ πάλαι πρότερον μέχρι τῆς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας συνετελεῖτο· εἰκότως ὅτε ὁ θάνατος ἐβασίλευε, καὶ ὁ τὸ κράτος ἔχων τοῦ θανάτου, τουτέστιν ὁ διάβολος κατεκράτει, οὐκ ἦν τότε ἀνθρώπων βασιλεύων ὁ Κύριος, ἀλλά τις πολύθεος καὶ δαιμονικὴ πλάνη. ∆ιδάσκει δὲ ὁ αὐτὸς Ἀπόστολος περὶ τοῦ Σωτῆρος ἡμῶν λέγων· Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν παθημάτων, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα