429
τοῦ θανάτου, τουτέστι τὸν διάβολον. Εἰκότως οὖν ὁ προὼν τοῦ Θεοῦ Λόγος, αὐτὸς ὢν ἡ ζωὴ, ἐπὶ καθαιρέσει τοῦ θανάτου θνητὸν ὄργανον τὸ σῶμα τὸ ἀνθρώπειον ἀναλαβὼν, καὶ τοῦτο τῷ θανάτῳ παραδοὺς εἰς ἔνδειξιν τῆς οἰκείας φύσεως, κἄπειτα αὐτὸ τοῦ θανάτου ἐξελὼν εἰς παράστασιν τῆς ἐνθέου δυνάμεως, λύει μὲν τοῦ θανάτου τὸ κράτος, λύει δὲ καὶ τοῦ διαβόλου τὴν κατὰ τῶν ἀνθρώπων τυραννίδα· ἀλλὰ καὶ τῶν πάλαι κατακρατούντων τοῦ ἀνθρωπείου γένους δαιμόνων πονηρῶν καὶ πνευμάτων ἀκαθάρτων τὴν ἐνέργειαν σβέννυσι, πᾶσάν τε καθελὼν τὴν ἀντικειμένην καὶ ἐχθρὰν τῷ Θεῷ δύναμιν, τὴν πατρικὴν τῷ Θεῷ βασιλείαν διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος πᾶσι τοῖς ἔθνεσι προξενεῖ. ∆ιὸ δὴ καταλυθείσης τῆς τοῦ θανάτου δυναστείας, καὶ καταργηθέντος τοῦ τὸ κράτος ἔχοντος τοῦ θανάτου, τουτέστι τοῦ διαβόλου, βασιλεύοντος δὲ ἤδη λοιπὸν τῶν ἐπὶ γῆς ἁπάντων ἐθνῶν τοῦ Κυρίου, σὺν αὐτῷ βασιλευούσης ἀνθρώπων τῆς κατὰ Θεὸν ζωῆς, εἰκότως τὸ θεῖον Πνεῦμα, χορεῦον ἐπὶ τῷ κατορθώματι καὶ 23.1185 πάντας ἡμᾶς ἐπὶ τὴν χορείαν συνάγον, ἀναφωνεῖ καὶ λέγει· Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. Βασιλεύει δὲ ὁ Κύριος, αὐτὸς ὢν ἡ ζωὴ, καὶ αὐτὸς ὢν ὁ τοῦ Θεοῦ Λόγος, πάσης ψυχῆς, ἧς μὴ καθάπτεται ἀλογία καὶ ἀφροσύνη, καὶ ἧς μὴ βασιλεύει ἁμαρτία, καὶ ἧς μὴ κρατεῖ ὁ διάβολος, καὶ ἧς μὴ καταδυναστεύει θάνατος, τιτρώσκων αὐτὴν καὶ ἀναιρῶν διὰ τῶν ἰδίων κέντρων. Τὸ δὲ κέντρον τοῦ θανάτου τὴν ἁμαρτίαν εἶναι διδάσκει ὁ Ἀπόστολος, δι' ἧς ἀναιρεῖται ψυχὴ κατὰ τὴν φάσκουσαν προφητείαν· Ψυχὴ ἡ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖται. ∆ιὸ ἀσκητέον τὸ μήτε ἀλογίαν, μήτε ἁμαρτίαν, μήτε τὸν διάβολον, μήτε τὸν θάνατον ἡμῶν διὰ τῆς ἁμαρτίας κρατεῖν· μόνον δὲ κυριεύειν ἡμῶν τὸν Λόγον καὶ τὴν ζωὴν, τουτέστι τὸν Κύριον, διὰ πάσης ἀρετῆς βασιλεύοντα τῶν κατηξιωμένων τῆς ὑπ' αὐτοῦ βασιλείας. Ἐπεὶ δὲ μέλλων βασιλεύειν, οὐ μόνον ζώντων, ἀλλὰ καὶ νεκρῶν ὁ τοῦ Θεοῦ Λόγος αὐτὸς ὢν ὁ Κύριος, καὶ οὐ μόνον τῶν ἐν οὐρανοῖς ἀλλὰ καὶ τῶν ἐπὶ γῆς, καθὼς αὐτὸς διδάσκει λέγων, Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· ἐκένωσεν ἑαυτὸν, μορφὴν δούλου λαβὼν, τουτέστι τὸ θνητὸν σῶμα καὶ τὸ ἀνθρώπειον ὄργανον· τοῦτο γὰρ ἦν ἡ μορφὴ τοῦ δούλου· τότε μὲν, ὅτε ταῦτ' ἔπραττεν, ἀπρέπειαν περιεβάλλετο, ὥστε περὶ αὐτοῦ λέγειν, Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος· ἀλλ' ἦν τὸ εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ὅτε δὲ ἀπολαβὼν τὴν δόξαν, ἣν καὶ πρότερον εἶχε παρὰ τῷ Πατρὶ, τὴν τοῦ δούλου μορφὴν ἐπὶ τὸ κρεῖττον μετεσχημάτισε, κατὰ τὴν ἀποστολικὴν μαρτυρίαν, ἥ φησιν, Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, σύμμορφον τῷ σώματι τῆς δόξης τοῦ Χριστοῦ, τὸ τηνικαῦτα εὐπρέπειαν ἐνεδύσατο· ὅτε καὶ τὴν τοῦ Πατρὸς βασιλείαν, καὶ τὰ πάντων, οὐ μόνον τῶν ἐν οὐρανοῖς, ἀλλὰ καὶ τῶν καθ' ὅλης τῆς οἰκουμένης ἐθνῶν ἐκράτυνε, πᾶσαν τὴν πολύθεον καθελὼν πλάνην. ∆ιὸ λέλεκται· Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο· τὸ γοῦν ἐνεδύσατο, ὡς κατά τινα καιρὸν ἀποδυσαμένου τὴν εὐπρέπειαν, λέλεκται· καὶ ὅτε μὲν ὑπέμενε τὰ κατὰ τὸ πάθος, ἐσταυρώθη, φησὶν ὁ Ἀπόστολος, ἐξ ἀσθενείας· ὅτε δὲ νενικηκὼς τὸν θάνατον, τὴν κατὰ πάντων ἀπελάμβανε βασιλείαν, πάλιν ἐπλήρου τὸ, Ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. Χριστὸς γὰρ Θεοῦ δύναμις ἦν καὶ Θεοῦ σοφία. Εἶθ' ἅτε τὴν οἰκείαν δύναμιν ἐνδυσάμενος, καὶ ταύτῃ περιζωσάμενος, μεγάλῳ κατορθώματι ἑαυτὸν ἐπιδίδωσι. Τί δὲ ἦν τοῦτο, ἑξῆς ὁ λόγος διδάσκει φάσκων· Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. Μικροῦ γὰρ δεῖν ὅλην αὐτὴν διόλου κατὰ βαράθρων ἐνεχθεῖσαν, ὁπηνίκα τὰ τῆς δαιμονικῆς ἐνεργείας κατὰ πάντων ἴσχυεν, ἀνήγειρε καὶ διωρθώσατο, πᾶσαν τὴν ἐχθρὰν καὶ δαιμονικὴν δύναμιν, τήν τε πολύθεον πλάνην ἀνατρέψας. Οὕτω γοῦν ἐστερέωσε τὴν οἰκουμένην, ὡς μηκέτ' αὐτὴν σα 23.1188