430
λεύεσθαι τῆς κατὰ Θεὸν εὐσεβείας· καὶ τὴν Ἐκκλησίαν δὲ αὐτοῦ τὴν ἐπὶ τὴν πέτραν τεθεμελιωμένην, ἧς πύλαι ᾅδου οὐ κατισχύσουσι, διὰ τῆς οἰκουμένης ὁ λόγος σημήνας, καὶ ταύτην ἀληθῶς ἐστερεῶσθαί φησιν, ἥτις οὐ σαλευθήσεται. Πύλαι γὰρ ᾅδου αὐτῆς οὐ κατισχύσουσι, διὰ τὸ τεθεμελιῶσθαι ἐπὶ τὴν πέτραν. Ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος σὺ εἶ. Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπῆραν οἱ ποταμοὶ τὴν φωνὴν αὐτῶν. Ὁ θρόνος σου, φησὶν, ὦ Κύριε, οὐ νῦν πρῶτον, ὅτε μετὰ τὴν ἐνανθρώπησιν εἰς οὐρανοὺς ἀνελήλυθας, παρεσκευάσθη σοι· ἀλλὰ καὶ πάλαι καὶ πρόπαλαι, καὶ πρὸ πάντων αἰώνων σὸς ἦν, ἀεί τε καὶ διὰ παντὸς ἡτοίμαστό σοι, ἐπειδὴ καὶ αὐτὸς ἀπὸ τοῦ αἰῶνος, μᾶλλον δὲ πρὸ πάντων αἰώνων ὑπάρχεις, ὡς αὐτὸς ἐδίδαξας εἰπών· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, καὶ πρὸ τοῦ ὄρη ἑδρασθῆναι· πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Ἦν μὲν οὖν σὸς ὁ θρόνος καὶ πρὸ πάντων αἰώνων· οὐ μὴν ἀλλὰ καὶ ὅτε ἐκένωσας σεαυτὸν, καὶ τὴν δούλου μορφὴν ἀνείληφας, σοὶ πάλιν ἕτοιμος ἐφυλάττετο· ἐπειδή σοι μόνῳ, καὶ οὐδετέρῳ πρὸς τοῦ σοῦ Πατρὸς εἴρητο· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Οὕτω γοῦν ἦν ἕτοιμος ὁ θρόνος σου, ἐφ' ὃν σὺν αὐτῷ καθέζεσθαι ὁ γεννήσας σε Πατὴρ παρεκελεύετο. Καὶ ἕτοιμος ἦν ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος, ἐπεὶ καὶ αὐτὸς ἀπὸ τοῦ αἰῶνος σὺ εἶ. Ἀλλ' οὐκ, ἦς, φησὶν, ἀλλ', εἶ. Μόνον γὰρ αὐτῷ τὸ, σὺ εἶ, λέγεσθαι ἁρμόττει. ∆ιὸ καὶ ἐν ἑτέροις εἴρηται· Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. Τοῦτον δὲ τὸν θρόνον καὶ ἐν ἑτέρῳ τὸ θεῖον Πνεῦμα σημαίνει λέγον· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου. ἐλαίῳ ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Ἦν μὲν οὖν ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, ἀφ' οὗ δηλαδὴ παρὰ τῷ Πατρὶ ἦς, ἐπεὶ καὶ αὐτὸς ἀπὸ τοῦ αἰῶνος σὺ εἶ. Πλὴν ἀλλὰ καὶ νῦν ἐπῆραν οἱ ποταμοὶ, Κύριε. Τί δὲ ἐπῆραν, ἐπιδευτερῶν ἑξῆς τὸν λόγον παρίστησιν εἰπών· Ἐπῆραν οἱ ποταμοὶ φωνὴν αὐτῶν· ταῦτα γὰρ λανθάνοντα πάλαι πρότερον, νῦν εἰς ἐξάκουστον ἁπάντων γέγονε τῶν τοῦ θείου Πνεύματος ἠξιωμένων προφητῶν, ἀποστόλων τε καὶ εὐαγγελιστῶν, μυριάνδρων τε λαῶν τῶν καθ' ὅλης τῆς οἰκουμένης ἐν ταῖς ἐκκλησίαις καταγγελλόντων τὴν σωτήριον βασιλείαν, οἳ καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν, τὴν ἐκχυθεῖσαν εἰς πάντας τοῦ Θεοῦ χάριν μεγάλῃ τῇ φωνῇ εὐαγγελιζόμενοι. Ἀλλὰ καὶ τὰς θείας δυνάμεις καὶ τὸ πλῆθος τῶν κατ' οὐρανὸν ἀγγέλων οἶμαι νῦν ποταμοὺς ὀνομάζεσθαι. Οἳ δὴ καὶ αὐτοὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν, ὁπηνίκα ἐκ τῆς σὺν ἀνθρώποις διατριβῆς ἀνιόντα εἰς οὐρανοὺς τὸν Σωτῆρα καὶ τὴν τῆς αὐτοῦ θεότητος εὐπρέπειαν ἐνδυόμενον, δυνάμει πατρικῇ περιζωννύμενον, καὶ τὸν οἰκεῖον ἀπολαμβάνοντα τῆς βασιλείας θρόνον ἐθεῶντο. Καὶ 23.1189 τῆς γε φωνῆς αὐτῶν ἐκεῖνα ἦν, δι' ὧν ἐβόων λέγοντες· Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ· καὶ πάλιν· Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. Καὶ τὰ πλήθη δὲ τῶν ἐν ἀνθρώποις τοῦ Σωτῆρος ἡμῶν ἐκκλησιῶν ποταμηδὸν ἐν αὐταῖς τῶν ἐξ ἐθνῶν πεπιστευκότων συῤῥεόντων ἀεὶ, ἐπαιρόντων τε φωνὴν ἐν ταῖς πρὸς τὸν Θεὸν εὐχαῖς, ἔν τε ταῖς δι' ὕμνων καὶ ψαλμῶν δοξολογίαις, δύνανται λέγεσθαι ποταμοί· ἐπεὶ καὶ αὐτὸς ὁ Κύριος ἡμῶν τοὺς μέλλοντας ἐκ τῆς αὐτοῦ καὶ θείας διδασκαλίας ἀρύεσθαι, καὶ τοῦ ἁγίου Πνεύματος πίνειν, ποταμοῖς παραβάλλει λέγων· Ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος, ἁλλομένου εἰς ζωὴν αἰώνιον. Ἀροῦσι ποταμοὶ ἐπιτρίψεις αὐτῶν ἀπὸ φωνῶν ὑδάτων πολλῶν. Θαυμαστοὶ οἱ