431
μετεωρισμοὶ τῆς θαλάσσης, θαυμαστὸς ἐν ὑψίστοις ὁ Κύριος. Εἰ νενόηνται οἱ ποταμοὶ οἱ ἐπὶ τῇ δόξῃ τῆς τοῦ Κυρίου βασιλείας τὴν αὐτῶν φωνὴν ἐπαίροντες, ἐκ τοῦ ἐναντίου νοηθήτωσαν ἕτεροι ποταμοὶ ἐπιτριβόμενοι καὶ κατεπαιρόμενοι τῆς γνώσεως τοῦ Θεοῦ, ἐναντίως δέ τε διακείμενοι τοῖς ἐπαίρουσι τὴν φωνὴν αὐτῶν τῷ Θεῷ. Οὗτοι δὴ οὖν οἱ ἐναντίοι ποταμοὶ αἴρουσι, φησὶ, τὰς ἐπιτρίψεις αὐτῶν, τουτέστιν ἀποθήσονται πᾶν ἔπαρμα καὶ πάντα τῦφον, καὶ πᾶσαν ἐπιτριβήν· καὶ τοῦτο ποιήσουσιν ἀπὸ τῆς φωνῆς τῶν ἁγίων ὑδάτων. Νοήσεις δὲ τὸ εἰρημένον ἐπιστήσας, ὡς πάλαι μὲν ἐν ἀνθρώποις πολλάκις ἦν ἐπαγγελία σοφίας τοῦ αἰῶνος τούτου, καὶ φιλοσοφίας ἀνθρωπίνης ἐπιτριβή· ἐφ' ᾗ καὶ ἐπήροντο φυσιούμενοι καὶ ἐπιτριβόμενοι ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτῶν· ὡς δὴ μεγάλα τινὰ καὶ σοφὰ μαθήματα μετερχόμενοι οἱ σοφοὶ τοῦ αἰῶνος τούτου. Ὅτε γε μὴν εἰς πᾶσαν τὴν γῆν παρ' Ἕλλησί τε καὶ παρὰ βαρβάροις ἐκκλησίαι Θεοῦ συνέστησαν, τὴν ἀληθῆ σοφίαν μετιοῦσαι, καὶ τὰς πρεπούσας τῷ Θεῷ δοξολογίας τε καὶ ὑμνολογίας ποταμηδὸν καὶ μετὰ μείζονος καὶ πεπαῤῥησιασμένης βοῆς ἀναπέμπουσαι, καὶ ὥσπερ ὑδάτων πολλῶν φωνὴν διὰ τὸ πλῆθος θεοσεβούντων ἀφιεῖσαι, τὸ τηνικαῦτα καθῃρέθη ὁ τῦφος τῶν πάλαι νομιζομένων σοφῶν, καὶ πᾶσα αὐτῶν ἐπιτριβὴ τεταπείνωται, τῆς σοφίας αὐτῶν εἰς οὐδὲν λογισθείσης. Εἰ δέ τις πώποτε ἐθαύμασε καὶ τῆς θαλάσσης τοὺς μετεωρισμοὺς, τοῦ βίου δηλαδὴ τοῦ θνητοῦ τὰς τρικυμίας καὶ τοὺς κλύδωνας τοὺς ἐπαιρομένους κατὰ τῆς γνώσεως τοῦ Θεοῦ· ἀλλ' ἴστω, ὅτι ὑπὲρ πάντας θαυμαστός ἐστιν ἐν ὑψηλοῖς ὁ Κύριος· ὡς μηκέτ' εὐλόγως τοὺς μετεωρισμοὺς τῆς θαλάσσης φοβεῖσθαι δεῖν τοὺς ἐπὶ τῷ Κυρίῳ πεποιθότας. Εἰκὸς δὲ θαλάσσης εἶναι μετεωρισμοὺς τοὺς ἐπανισταμένους τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ διωγμούς· οὓς ὁ τὴν θάλασσαν κατοικῶν δράκων ἐνεργεῖν εἴωθεν, ὁ μετεωρίζων κύματα αὐτῆς, βομβῶν τε καὶ ἠχῶν καὶ ταράττων, καὶ μονονουχὶ ἀπειλῶν πᾶσαν ἄρδην κατακλύσειν τε καὶ ἀφανίσειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. Εἴποις δ' ἂν καὶ ἄλλως πρὸς λέξιν ταῦτα διηγούμενος, ἐπαίρειν τοὺς ποταμοὺς, αὐτοὺς δὴ τούτους τοὺς αἰσθητοὺς, τὴν φωνὴν αὐτῶν τῷ Θεῷ, τοῦ δημιουργοῦ τοῦ δὴ καὶ κτίσαντος 23.1192 αὐτοὺς καὶ ὑποστησαμένου τὴν δόξαν ἐμφαίνοντας. Ὡς γὰρ ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ὁ γενεσιουργὸς θεωρεῖται, τὸν αὐτὸν τρόπον ἐκ τῶν μερῶν τοῦ κόσμου τὸ θαῦμα τῆς τοῦ Θεοῦ μεγαλουργίας τοῖς ὁρᾷν δυναμένοις παρίσταται. Εἰ γοῦν τις παρ' ἑαυτῷ λογίσαιτο, πόθεν ἄρα φέρεται ἡ τοσαύτη τῶν ποταμῶν φορὰ, πόθεν τὰ τοσαῦτα μεγέθη καὶ τὰ πλήθη τῆς ὑγρᾶς οὐσίας, πόθεν αἱ μηδὲ πώποτε ἐξ αἰῶνος διαλείψασαι πηγαὶ, αἱ τοὺς ἀεννάους καὶ παμμεγέθεις βρύουσαι ποταμούς· ἀπὸ ποίων ἆρα βυθῶν ὁρμῶνται, καὶ ἐκ ποίας ὑποστάσεως τὸν σύμπαντα ῥέουσιν αἰῶνα· εἴ τις ταῦτα ἐννοήσειεν, ὄψεται ὡς μονονουχὶ φωνὴν ἀφίησι, καὶ ἡ διὰ τῶν ποταμῶν αὐτῶν δὴ τούτων παρισταμένη τοῦ κτίστου καὶ δημιουργοῦ τῶν ὅλων μεγαλουργία, μαρτυροῦσα τῇ αὐτοῦ θεότητι. Οὕτω δὲ καὶ τοὺς μετεωρισμοὺς τῆς θαλάσσης ὁρῶν τις, ὡς ἐπαίρεται κυρτούμενα αὐτῆς εἰς ὕψος τὰ κύματα, καὶ ὡς πάλιν ταῦτα συμπίπτοντα ἐν αὐτοῖς θραύεται, καὶ ὡς οὐ δύναται οὐδὲ τολμᾷ τὸν ὅρον καὶ τὸν νόμον ὑπερβῆναι τὸν αὐτοῖς διατεταγμένον, ὄψεται καὶ διὰ τούτων τῆς τοῦ Θεοῦ μεγαλοπρεπείας τὴν δύναμιν. Εἶπε γοῦν αὐτῇ, Μέχρι τούτου ἐλεύσῃ, καὶ ἐν σοὶ συντριβήσονταί σου τὰ κύματα, καὶ ὅριον αὐτῇ ἔθετο, καὶ οὐχ ὑπερβήσεται, οὐδὲ ἐπιστρέψει καλῦψαι τὴν γῆν. Καὶ ἑτέρως δὲ παρὰ τὰ εἰρημένα εἴποι ἄν τις θαυμαστοὺς εἶναι τοὺς μετεωρισμοὺς τῆς θαλάσσης, ὁπηνίκα προσελθόντες οἱ μαθηταὶ εἶπαν αὐτῷ, Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα· ὅτε καὶ ἐπετίμησεν αὐτῇ, καὶ γέγονε γαλήνη μεγάλη. Καὶ ἄλλοτε πάλιν, ὅτε τῷ τοῦ Κυρίου κελεύσματι διαιρεθεῖσα, καὶ εἰς ἑαυτὴν διαστᾶσα καὶ ἀναχωρήσασα, παρέσχε δίοδον τοῖς υἱοῖς Ἰσραὴλ διελθεῖν