432
δι' αὐτῆς ὡς διὰ ξηρᾶς γῆς. Καὶ τότε γὰρ θαυμαστοὶ γεγόνασιν αὐτῆς οἱ μετεωρισμοί. Οὐ μὴν ἀλλὰ καὶ οἱ ποταμοὶ ἐπῆραν φωνὴν ἑτέρως, ὅτε ἡ κιβωτὸς διῄει τὸν Ἰορδάνην, ὑπανεχώρει τε καὶ ἵστατο τὰ ὕδατα ἔργοις τὴν δόξαν ἐκβοῶντα τοῦ Θεοῦ· καὶ ὅτε, αὐτοῦ τοῦ Σωτῆρος βαπτισθέντος ἐν τῷ αὐτῷ ποταμῷ, ἡ οὐράνιος φωνὴ Υἱὸν αὐτὸν ἀγαπητὸν εἰς τὰς πάντων ἀκοὰς ἀνεκήρυττε. Τὰ μαρτύρια ἐπιστώθησαν σφόδρα· τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. Αἱ περὶ τῶν μελλόντων προφητεῖαι, καθ' ἃς ἐφέροντο καὶ αἱ περὶ τῆς τοῦ Κυρίου βασιλείας μαρτυρίαι, πρὸ τῆς τῶν πραγμάτων ἐκβάσεως, οὔπω παρεῖχον ὁρᾷν τὸ πιστὸν τῶν λόγων. Μετὰ δὲ τὴν ἔκβασιν, καὶ τὰ διὰ τῶν ἔργων ἐπιτελέσματα ἐπιστώθη τὰ μαρτύρια τοῦ Θεοῦ. Πάλαι μὲν γὰρ εἴρητο καὶ προπεφήτευτο, ἐκ μακροῦ τε προσεδοκᾶτο τὰ περὶ τῆς εἰς ἅπαντα τὰ ἔθνη τοῦ Θεοῦ βασιλείας· ἐπιστώθη δὲ τὸ φῆσαν τοῦτο μαρτύριον νῦν, ὅτε ἔργοις ὁρᾶται πεπληρωμένον τὸ λόγιον. Καὶ πάλαι μὲν ἐλέγετο περὶ τοῦ Κυρίου, ὡς ἄρα εὐπρέπειαν ἐνεδύσατο· νῦν δὲ, πιστουμένου τοῦ λόγου δι' αὐτῶν τῶν ἔργων, πέφηνεν ἡ ἀλήθεια τῆς προῤῥήσεως, ὅτε ἀποδυσάμενος τὴν τοῦ Θεοῦ μορφὴν, καὶ τὴν τοῦ δούλου περιθέμενος, καὶ μέχρι γε τοῦ ἀπρεποῦς θανάτου φθάσας, μετὰ ταῦτα τὴν μὲν ἀπρέπειαν ταύτην ἀποτέθειται, ἐνεδύσατο δὲ τῆς πατρικῆς δόξης τὴν εὐπρέ 23.1193 πειαν, τὴν κατὰ πάντων βασιλείαν, τῶν τε ἐν οὐρανοῖς καὶ τῶν ἐπὶ γῆς ἀναδησάμενος. Καὶ πάλιν τὰ μὲν προφητικὰ μαρτύρια περιεῖχεν, ὡς ἐνδυσάμενος δύναμιν ὁ Κύριος, ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. Ἐπιστώθη δὲ καὶ ταῦτα, ὅτε μετὰ τὸ πάθος, τὴν οἰκείαν ἀπολαβὼν δύναμιν, ἐν πάσῃ τῇ τῶν ἀνθρώπων οἰκουμένῃ τὴν Ἐκκλησίαν αὐτοῦ ἐστερέωσεν, εἰς τὸ μηκέτι σαλεύεσθαι ὧδε κἀκεῖσε τὰς τῶν ἀνθρώπων ψυχὰς περὶ τὴν ἄθεον δεισιδαιμονίαν πλανωμένας. Καὶ πάλιν τὰ μὲν διὰ τῶν προφητῶν μαρτύρια προεφήτευον, ὡς ἄρα οἱ ποταμοὶ ἐπαροῦσι φωνὴν αὐτῶν, καὶ ἄλλοι ποταμοὶ ἀροῦσι τὰς ἐπιτρίψεις αὐτῶν· καὶ ταῦτα δὲ τὰ μαρτύρια ἐπιστώθη, ὅτε κατὰ πάσας τὰς Ἐκκλησίας τοῦ Θεοῦ καὶ καθ' ὅλης τῆς οἰκουμένης τὰ πλήθη τῶν εὐσεβούντων κατὰ τὸ Εὐαγγέλιον ἐπαίρει φωνὰς εὐχαριστηρίους, τὰς δι' εὐχῶν καὶ ὑμνολογιῶν τῶν πρὸς τὸν Θεὸν ἀναπεμπομένας, ὑφ' ὧν οἱ πάλαι ἐπιτριβόμενοι σοφοὶ τοῦ αἰῶνος τούτου κατῄρηνται, καὶ τὰς ἐπιτρίψεις αὐτῶν περιεῖλον, ὡς πᾶσαν αὐτῶν σβεσθῆναι τὴν φιλοσοφίαν. Κατὰ τὰ αὐτὰ δὲ καὶ τὰς λοιπὰς τῶν προφητειῶν προῤῥήσεις διεξιὼν, ἐφ' ἑκάστῳ ἁρμόσεις τὸ, Τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα. Αἱ μὲν οὖν ἀπὸ τῶν θείων Γραφῶν μαρτυρίαι, σφόδρα τὸ πιστὸν εἰλήφασι διὰ τῆς ἐν ταῖς ἐκβάσεσιν ὁρωμένης ἀληθείας· τῷ δὲ οἴκῳ σου, τουτέστι τῇ Ἐκκλησίᾳ σου, οὐδὲν οὕτω πρέπει εἰς τὸ φυλάττεσθαι αὐτὴν εἰς μακρότητα ἡμερῶν, ὡς ἁγιωσύνη. Ὡς γὰρ τοῖς μαρτυρίοις σου οἰκεία ἐστὶν ἡ ἀλήθεια καὶ ἡ πίστις, οὕτω καὶ τῷ οἴκῳ σου πρέπει ἁγιωσύνη· ὑφ' ἧς φυλαττόμενος μένει καὶ παραμενεῖ εἰς μακρότητα ἡμερῶν. Εἰ γάρ ποτε συμβαίη ἀπρέπειαν ἐν τῷ οἴκῳ σου εὑρεθῆναι, καὶ ἀντὶ ἁγιάσματος βέβηλον, καὶ ἀκάθαρτον, καὶ μυσαρὰν πρᾶξιν, οὐκέθ' οἷόν τε αὐτὸ εἰς μακρότητα ἡμερῶν διαμένειν. Ἐρεῖ γὰρ ὁ ἐν αὐτῷ κατοικῶν Θεὸς ἅγιος ὢν καὶ ἐν ἁγίοις ἀναπαυόμενος, ἢ, ὃ μὴ γένοιτο, ἀπρεπές τι καὶ ἀλλότριον ἁγιάσματος περὶ τὸν οἶκον αὐτοῦ εὑρηθείη ποτὲ, τὸ, Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. ∆ιὸ δεήσει ἡμᾶς πρὸ πάντων καὶ ὑπὲρ πάντων φροντίζειν, εἰσιόντας εἰς τὸν οἶκον τοῦ Θεοῦ, ἁγιασμοῦ καὶ σωφροσύνης. ΨΑΛΜΟΣ ΤΩ ∆ΑΥΙ∆ ΤΕΤΡΑ∆Ι ΣΑΒΒΑΤΩΝ. Γʹ. Θεὸς ἐκδικήσεων Κύριος, Θεὸς ἐκδικήσεων ἐπαῤῥησιάσατο. Ἀνεπίγραφος μέν ἐστι παρ' Ἑβραίοις ὁ ψαλμὸς, περιέχει δὲ παράκλησιν καὶ παραμυθίαν τῶν κατὰ τὸν