433
βίον τὸν ἐνεστῶτα διωκομένων καὶ καταπονουμένων εὐσεβείας ἕνεκα, ὧν καὶ τὴν εὐχὴν ὑποκαταβὰς τίθησι. Προτάττει δὲ τῆς εὐχῆς τὴν παράκλησιν καὶ τὴν παραμυθίαν προλαμβάνων τὴν δέησιν τῶν διωκομένων καὶ προθεραπεύων αὐτῶν τοὺς πόνους, ἔργοις τε παριστὰς πληρούμενον ἐπ' αὐτοῖς τὸ, Ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι. Θαρσεῖτε τοιγαροῦν, ὦ οὗτοι, φησίν· ἔστι γὰρ ὁ Κύριος, ἐφ' ὃν ἠλπίσατε, ὥσπερ Θεὸς ποιητὴς καὶ Θεὸς δημιουργὸς, καὶ Θεὸς σωτὴρ, καὶ Θεὸς εὐεργέτης, καὶ Θεὸς κριτὴς, καὶ Θεὸς πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως, μακρόθυ 23.1196 μός τε καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς ἁμαρτίαις, καὶ ἄλλας μορίας ἔχων θεϊκὰς ἐπινοίας· οὕτω καὶ Θεὸς ἐκδικήσεων. Μέλει γὰρ αὐτῷ τῶν ἐν οὐρανοῖς πραττομένων, ὡς καὶ δίκην τὴν ἀξίαν παρὰ τῶν ἀδικούντων εἰσπράττεσθαι, κρίνειν τε δικαίως καὶ κολάζειν οὓς δεῖ, ἀποδιδόναι τε ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Θαρσεῖτε τοιγαροῦν μαθόντες, ὅτι Θεὸν ἔχετε ἐκδικήσεων· πέφυκε γὰρ εἶναι Θεὸς ἐκδικήσεων ὁ ὑμέτερος Θεὸς, καὶ τῷ παῤῥησίαν ἄγειν ὡς Θεὸς ἔκδικος τῶν ἀδικουμένων, διαῤῥήδην τε καὶ μετὰ παῤῥησίας τοῦτο διὰ τῶν αὐτοῦ προφητῶν κηρύττει· οὕτω γοῦν αὐτοῦ καὶ ὁ περὶ προνοίας συνίσταται λόγος, καθ' ἢν δικαίως καὶ σοφῶς τὰ σύμπαντα διοικεῖ. Τέως μὲν κατὰ τὸν ἐνεστῶτα βίον, ἀνατέλλων τὸν ἥλιον αὐτοῦ ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ βρέχων ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, ἐξ ἴσου τε τοῖς πᾶσι τὰ αὐτοῦ παρέχων ἀγαθά· κατὰ καιρὸν δὲ τὸν προσήκοντα Θεὸς ἐκδικήσεων γινόμενος, ὅτε καὶ τὴν πρέπουσαν δίκην παρὰ τῶν μὴ καλῶς ταῖς εὐεργεσίαις αὐτοῦ κεχρημένων εἰσπράξεται. Ὑψώθητι ὁ κρίνων τὴν γῆν, ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις. Ἕως πότε ἁμαρτωλοὶ, Κύριε, ἕως πότε ἁμαρτωλοὶ καυχήσονται; Φθέγξονται καὶ λαλήσουσιν ἀδικίαν, λαλήσουσι πάντες οἱ ἐργαζόμενοι ἀδικίαν; Τὸ μὲν θεῖον Πνεῦμα προφητικῶς καὶ περὶ τῆς εὐχῆς τὴν ἀπόκρισιν ἐποιήσατο προλαβὸν τὸ μέλλον ῥηθήσεσθαι μετὰ τὴν εὐχὴν διὰ τὴν πρόγνωσιν τῶν ἐν τῇ εὐχῇ περιεχομένων. ∆ιόπερ οἱ δύο προετάγησαν στίχοι τὴν ἀπόκρισιν περιέχοντες τοῦ ἁγίου Πνεύματος, τὴν ἁρμόζουσαν τῇ προσευχῇ. Τά τε μὴν τῆς ἱκετηρίας τῆς πρὸς τὸν Θεὸν ἀπὸ τοῦ, Ὑψώθητι ὁ κρίνων τὴν γῆν, ἄρχεται. Φησὶ τοίνυν ὁ Λόγος· Ἀφ' οὗπερ ὁ τῶν ἀνθρώπων ἤρξατο συνεστάναι βίος, ἀπὸ τότε ἁμαρτωλοὶ κατισχύειν τῶν δικαίων ἤρξαντο· ὡς Κάϊν τοῦ Ἄβελ, καὶ οἱ ἐπὶ τοῦ κατακλυσμοῦ γίγαντες τῶν ἐν αὐτοῖς· ἀλλὰ καὶ Ἠσαῦ τοῦ Ἰακὼβ, καὶ τοῦ Ἰωσὴφ οἱ ἀδελφοί· καὶ οὕτω προϊὼν τοῖς χρόνοις, εὕροις ἂν καθ' ἑκάστην γενεὰν τοὺς ἁμαρτωλοὺς ἐπανισταμένους τοῖς δικαίοις. Ἕως οὖν πότε, ὦ Κύριε, τοῦτο ἔσται; Ἕως πότε εἰς τοσοῦτον ἐπιτριβῆς ἐλάσουσιν οἱ ἁμαρτωλοὶ, ὡς καὶ ἐγκαυχᾶσθαι ταῖς ἀσεβείαις αὑτῶν, καὶ μηδὲ σιωπᾷν ἐφ' οἷς πράττουσι, μηδὲ ἀποκρύπτειν τὴν αὑτῶν κακίαν, ἀλλὰ καὶ φθέγξασθαι καὶ ἐξάκουστον τοῖς πᾶσιν ἐκλαλεῖν τὰς ἀδικίας αὐτῶν; Ἕως οὖν πότε ἄρα προχωρήσῃ αὐτοῖς ταῦτα ποιοῦσι; Ἀλλὰ γὰρ ἤδη ποτὲ ἐπὶ τὸν ὑψηλὸν ἀναβὰς τῆς δικαιοκρισίας σου θρόνον, Ὑψώθητι ὁ κρίνων τὴν γῆν, καὶ, ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις, τὴν ἀξίαν. αὐτοῖς ἀποδιδοὺς τιμωρίαν. Νῦν γάρ σου αὐτοῦ καταπεφρονήκασιν, ὡς μηδὲν ὑψηλὸν ἔχοντος, μηδὲ ὁρῶντος, μηδὲ κρίνοντος τὴν γῆν. ∆ιὸ καὶ ἄκριτα καὶ ἀπρονόητα ὑπειλήφασιν εἶναι τὰ κατὰ τὸν ἑαυτῶν βίον. Ἀλλ' ἐγὼ τῆς ἀσεβείας αὐτῶν ἀλλότριος εἶναι εὐχόμενος, πέπεισμαι, ὅτι σὺ Θεὸς ἐκδικήσεων, ἢ καὶ σὺ εἶ ὁ κρίνων πᾶσαν τὴν γῆν. Εἰ γὰρ καὶ ταπεινοῖς σεαυτὸν, χρηστότητι καὶ ἀνοχῇ καὶ μακροθυμίᾳ χρώμενος, ἐπέχεις τε τὴν κατὰ τῶν ἀσεβῶν ὀργήν· ἀλλ' ἐγὼ πιστεύων, ὅτι 23.1197 οὐδὲν ἔσται ἄκριτον σοῦ ἐφορῶντος τὰ σύμπαντα, ἱκετεύω καὶ δέομαι ὑψωθῆναί σε καὶ δεῖξαι τοῖς πᾶσι τὸ οἰκεῖόν σου μέγεθος καὶ τὸ ὕψος τῆς θεότητός σου· ὅπως ἤδη ποτὲ παύσωνται οἱ ἁμαρτωλοὶ ἐναβρυνόμενοι