435
ἠλίθιον, καὶ ἀνδρῶν ὡς ἀληθῶς τὰς ψυχὰς νενεκρωμένων. Πῶς γὰρ τὸ μὴ ζωῆς μετέχον ζωὴν ἑτέρῳ ἂν παράσχοι; ἢ τὸ ἄψυχον πῶς ἂν ψυχὴν ὑποστήσαιτο; ἢ τὸ ἄλογον πῶς ἂν λογικόν τι κατασκευάσειε; Πῶς δὲ τὴν ἀρχὴν κινηθήσεται, ἢ πῶς ἕτερον κινήσει τὸ ἐξ ἑαυτοῦ τὴν φύσιν ἀκίνητον; Τοιοῦτον δὲ τὸ τῆς γῆς στοιχεῖον, ἐξ οὗ παντοῖα προῆλθε ζώων γένη, ὀφθαλμοὺς ἔχοντα καὶ ὦτα καὶ τὰ λοιπὰ αἰσθητήρια, ζωῆς καὶ κινήσεως καὶ ὁρμῆς μέτοχα; ἄνθρωπος δὲ καὶ τούτων ἐπάγεται πλέον, λογικῆς ὢν φύσεως, νοῦ τε καὶ ἐπιστήμης δεκτικὸς τυγχάνων. Ἆρ' οὖν ἐξ ἀλόγου καὶ ἀψύχου στοιχείου τὰ τοιάδε πάντα ὑπέστη; Ἀλλὰ καὶ τὸν μὴ βουλόμενον ὁμολογεῖν αὐτὰ νικᾷ ἡ ἐνέργεια, καὶ ὁ κατὰ φύσιν λογισμὸς τἀληθῆ λέγειν ἐκβιάζεται, τὸ μὴ τὴν ἄψυχον ὕλην, μηδὲ τὴν ξηρὰν καὶ ἄλογον οὐσίαν τούτων ὑπάρχειν αἰτίαν· νοῦν δέ τινα θεῖον καὶ δημιουργικὸν εἶναι Λόγον Θεοῦ τὸν κοσμοποιὸν, καὶ πάντων ποιητὴν αὐτὸν, καὶ τοῖς λοιποῖς ἅπασι καὶ αὐτῷ ἀνθρώπῳ αἰσθήσεις δεδωκότα σώματος, καὶ ψυχῆς λογισμὸν, καὶ νοῦν πρὸς τούτοις εἰς τὸ ἐπιβάλλειν τῇ φύσει τῶν πραγμάτων· καὶ θεωρεῖν μὲν ὀφθαλμοῖς τὰ ὁρατὰ, ὠσὶ δὲ τὰ ἀκουστὰ ἀκούειν, λογισμῷ δὲ συνιέναι τὰ νοητά. Πῶς οὖν οἷόν τε τὸν ἑτέροις τοῖς μὴ παρ' ἑαυτῶν ἔχουσι παρεσχηκότα τὴν ὁρατικὴν δύναμιν, αὐτὸν μὴ ὁρᾷν; Πῶς δὲ δυνατὸν τὸν ἐν τῷ γεώδει καὶ πηλίνῳ σκεύει διατρήσαντα ἀκοὴν καὶ οὖς, ἔνθεν τὰ εἰς ὦτα ἀκούειν τὴν ἄναυδον καὶ κωφὴν ὕλην τῶν ἔξωθεν φωνῶν αὐτῶν, μὴ οὐχὶ πρὸ πάντων πολὺ κρειττόνως καὶ μειζόνως τοῖς τῶν ἀνθρώπων ἐπιβάλλει λογισμοῖς; Εἰ δὲ καὶ ὅλα ἔθνη τὰ ἐπὶ γῆς βάρβαρά τε καὶ Ἑλληνικὰ, φυσικαῖς ἐννοίαις κινούμενα, ἃς ὑπὸ Θεοῦ εἰλήφασι, νόμους τινὰς καὶ διατάξεις ἑαυτοῖς διετυπώσαντο· πῶς οὐχὶ ὁ ταύτην αὐτοῖς τὴν σύνεσιν δεδωρημένος Θεὸς ἐλέγξει τοὺς παρὰ τὴν φύσιν καὶ παρὰ τὰς ὀρθὰς ἐννοίας 23.1201 πράττειν τι τολμῶντας; Πόθεν δὲ ἀνθρώποις ἡ περὶ παντὸς οὑτινοσοῦν πράγματος γνῶσις; πόθεν αἱ τέχναι; πόθεν τῶν ἐπιστημῶν αἱ θεωρίαι, πόθεν οἱ τῶν μαθημάτων λόγοι; ἆρ' οὐκ ἀπὸ τοῦ κατασπείραντος ἐν αὐτοῖς τὴν δύναμιν τῆς τούτων καταλήψεως; Τί οὖν; ὁ τοιαύτην ἀνθρώπῳ φύσιν χαρισάμενος, αὐτὸς ἐστέρηται τῆς γνώσεως, ὡς μηδὲ γινώσκειν ταῦτα, ὧν αὐτὸς τυγχάνει δοτήρ; Ἀλλὰ γὰρ παύσασθε ἀσεβοῦντες, ὦ μάταιοι· ἀληθεῖ δὲ λόγῳ πειθόμενοι, γνῶτε, ὅτι ὁ φυτεύσας ἐν ἀνθρώποις τὸ οὖς, πολὺ πρότερος αὐτὸς τῶν παρὰ ἀνθρώποις λαλουμένων ἀκούσεται· καὶ οὐ μόνον ὄψεται καὶ τὰ πραττόμενα ἐποπτεύσει ὁ ἐν ἀνθρώποις πλάσας ὀφθαλμὸν, ἀλλὰ καὶ τὰς ἐνθυμήσεις, τὰς ἔτι κατὰ διάνοιαν κρυπτομένας συνήσει. Αὕτη γὰρ Θεοῦ δύναμις γινώσκοντος καὶ διακρίνοντος τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι. Ἀληθῶς γὰρ πᾶσα ἡ παρὰ ἀνθρώποις νομιζομένη ἀλήθεια, καὶ πᾶσα ἡ παρ' αὐτοῖς σοφία, ἣν ἐξ οἰκείων λογισμῶν καὶ θνητῶν ἐνθυμήσεων προβάλλονται, μάταιος ἂν εἴη. Πᾶν γὰρ σοφὸν καὶ ἀληθὲς παρ' αὐτῷ μόνῳ τυγχάνει, καὶ παρ' αὐτοῦ μόνοις τοῖς ἀξίοις δίδοται. Μακάριος ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, Κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτὸν, τοῦ πραῦναι αὐτῷ ἀφ' ἡμερῶν πονηρῶν, ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος. Πεισθεὶς ἐγὼ καὶ πιστεύσας τοῖς εἰρημένοις, καὶ ὅτι οἱ διαλογισμοὶ τῶν ἀνθρώπων εἰσὶ μάταιοι, εἰκότως ἐκεῖνον μόνον μακάριον εἶναι ἡγοῦμαι, ὦ Κύριε, τὸν ἀπὸ τῆς σῆς σοφίας καὶ παιδείας, ὥσπερ ἀπὸ πηγῆς μεταλαμβάνοντα. Πῶς δὲ μεταλάβοι ἄν τις τῆς σῆς παιδείας ἢ τῷ νόμῳ σου τῷ θείῳ μαθητευθείς; ∆ιὰ τοῦτο γὰρ καὶ ἐγγράφους παρέδωκας εὐσεβείας νόμους, εἰς τὸ μεταλαμβάνειν τῆς σῆς παιδεύσεως τοὺς μαθητευομένους αὐτοῖς. ∆ιδασκόμεθα δὲ διὰ τούτων, ὅτι τὰ συμβαίνοντα τοῖς δικαίοις λυπηρὰ ἐπ' ὠφελείᾳ αὐτῶν γίνεται, γυμναζομένων καὶ πειραζομένων δίκην ἀθλητῶν Θεοῦ διὰ πόνων καὶ διὰ πληγῶν ἐν ὑπομονῇ δοκιμαζομένων. ∆ιὸ οὐ χρὴ λυπεῖσθαι, οὐδὲ ἀδημονεῖν ἐπὶ τοῖς κακουμένοις