436
κατὰ τὸν παρόντα βίον, μακαρίζειν δὲ μᾶλλον αὐτοὺς, ὡς ὑπὸ τοῦ Θεοῦ παιδευομένους· Μακάριος γὰρ ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, Κύριε; καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν. Ὁ γὰρ παιδευόμενος ὑπὸ σοῦ καὶ διδασκόμενος, πραΰνεται ἐν ταῖς πονηραῖς ἡμέραις. Ἐν αὐταῖς γοῦν ταῖς κακοπαθείαις καὶ ἐν αὐτοῖς τοῖς πειρασμοῖς τὰς ἀπὸ τοῦ νόμου σου παραμυθίας λαμβάνων θεραπεύεται, ὑπομένειν διδασκόμενος καὶ μακροθυμεῖν, ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος· τοῦτο γὰρ αὐτὸν περιμένει τὸ τέλος, καθάπερ ὁ σὸς νόμος διδάσκει. ∆ιὸ ταῦτα μανθάνων ἐν τοῖς τῶν πειρασμῶν καιροῖς ὁ δίκαιος, πραΰνεται καὶ θεραπεύεται, τὰς ἐκβάσεις, τῶν πραγμάτων σκοπῶν, καὶ τοῦ μὲν καταπονοῦντος αὐτὸν ἁμαρτωλοῦ τὸν βόθρον εἰς ὃν ἐμπεσεῖται, ἑαυτοῦ δὲ τὰς παρὰ τῷ Θεῷ ἀγαθὰς ἐλπίδας πρὸ ὀφθαλμῶν τιθέμενος. Ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ, καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει, ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν, καὶ ἐχόμενοι αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. ∆ιάψαλμα. Ἀκολούθως μετὰ τὸ διαγράψαι τὸν ἀποκείμενον τῷ 23.1204 ἁμαρτωλῷ βόθρον, τὰ χρηστὰ τέλη τῶν διὰ τὸν Θεὸν κακουμένων ὑφηγεῖται. Ἐπεὶ γὰρ διὰ τῶν ἀνωτέρω εἴρητο, Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν, καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν, εἰκότως νῦν τὰ τέλη τοῦ ταπεινουμένου λαοῦ καὶ τῆς κακουμένης κληρονομίας παρίστησι λέγων· Οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ, καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει. Εἰ γὰρ καὶ πρὸς βραχύν τινα καιρὸν ἐπιτρέπει τοῖς ἀσεβέσι συγχωρῶν ταπεινοῦν καὶ κακοῦν τὸν λαὸν αὐτοῦ, ἀλλ' οὐκ εἰς τέλος ἀπώσεται τὸν λαὸν αὐτοῦ, οὐδὲ τὴν κληρονομίαν καταλείψει. Ποῖον δὲ λαὸν καὶ ποίαν κληρονομίαν, ἔγνωμεν ἀπὸ τῆς εἰς πρόσωπον τοῦ Χριστοῦ λεγούσης φωνῆς· Αἴτησαι παρ' ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Τὸν αὐτὸν δὲ λαὸν, τὸν ἐξ ἐθνῶν, καὶ Ζαχαρίας ὁ προφήτης θεσπίζει λέγων· Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον· καὶ ἔσονταί μοι εἰς λαὸν, κἀγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Τοῦτον τοίνυν τὸν λαὸν αὐτοῦ οὐκ ἀπώσεται Κύριος, οὐδὲ τὴν κληρονομίαν αὐτοῦ ἐγκαταλείψει, ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν. Μέχρι γὰρ τούτου φυλάξει τὸν λαὸν αὐτοῦ καὶ τὴν κληρονομίαν αὐτοῦ, ἕως ἂν ἐπιστρέψῃ ἡ τοῦ Θεοῦ δικαιοσύνη, τὰ ἔπαθλα τῶν πόνων ἀποδώσουσα τοῖς καλῶς ἠγωνισμένοις. Οἱ δὲ ἐχόμενοι τῆς δικαιοσύνης τοῦ Θεοῦ πλησίον αὐτοῦ στήσονται ἐν τοῖς δεξιοῖς τοῦ βασιλέως καταταγησόμενοι· ἅτε δὴ ὀρθοὶ καὶ εὐθεῖς γενόμενοι τῇ καρδίᾳ, καὶ μηδὲν τῇ ψυχῇ σκολιὸν, μηδὲ σκαμβὸν ἐπενηνεγμένοι, μόνην δὲ τὴν εὐθεῖαν καὶ βασιλικὴν ὁδὸν βεβαδικότες. Τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους, ἢ τίς συμπαραστήσεταί μοι ἐπὶ τοὺς ἐργαζομένους τὴν ἀνομίαν; Εἰ μὴ ὅτι Κύριος ἐβοήθησέ μοι, παρὰ βραχὺ παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή μου. Εἰ ἔλεγον, Σεσάλευται ὁ ποῦς μου, τὸ ἔλεός σου, Κύριε, ἐβοήθει μοι. Ἡ κατὰ τὸ διάψαλμα διαστολὴ πλείστην καὶ τῆς διανοίας ἐποιήσατο μεταβολήν. Ὡς γὰρ συμπληρωθέντος τοῦ προτέρου λόγου ἀφ' ἑτέρας ἀρχῆς φησι· Τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους; μεμαθήκαμεν γὰρ, φησὶν, ἀπὸ τῆς τοῦ θείου Πνεύματος διδασκαλίας, ὅτι Θεὸς ἐκδικήσεών ἐστι Κύριος, καὶ ὅτι ἀποδώσει ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις· καὶ ὅτι ὀρυγήσεται τῷ ἁμαρτωλῷ βόθρος· καὶ ὅτι οὐκ ἀπώσεται τὸν λαὸν αὐτοῦ, οὐδὲ τὴν κληρονομίαν αὐτοῦ καταλείψει· ἀλλ' ἐπὶ τέλει τῶν πραγμάτων, ἐπὰν ἐπιστρέψῃ ὁ λαὸς εἰς κρίσιν, ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· καὶ ὡς δεξιοὶ στήσονται πλησίον τῆς αὐτοῦ δικαιοσύνης πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ σὺν αὐτῷ τῷ Κυρίῳ τὰς διατριβὰς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ποιησόμενοι, καὶ πᾶσαν αὐτῶν τὴν ζωὴν αὐτῷ παραστησόμενοι. Τούτοις μὲν οὖν ἐπίστευσα, καὶ πιστεύσας παρεκλήθην. Ἀλλὰ τέως κατὰ τὸν ἐνεστῶτα