437
καιρὸν τίς ὑπὲρ ἐμοῦ στήσεται κατὰ τῶν πονηρευομένων; ἢ τίς ἔκδικος συμπαραστήσεταί μοι ἐπὶ τοὺς ἐργαζομένους τὴν ἀνομίαν; Ἀλλὰ γὰρ εἴποιμ' ἂν 23.1205 ὁμολογῶν τἀληθῆ, μηδένα βοηθὸν ἐν ἀνθρώποις εὑρήσειν ἐμαυτῷ, ἕνα δὲ μόνον ἐπίκουρον κεκτῆσθαι, τὸν Κύριον, ὃς εἰ μὴ βεβοηθήκει μοι, πάλαι ἂν ὑπὸ τῶν πονηρευομένων καὶ τῶν ἐργαζομένων τὴν ἀνομίαν νενικημένος τῷ ᾅδῃ παρῴκουν, αὐτῆς μου τῆς ψυχῆς καὶ τῆς λογικῆς, καὶ τῆς κατ' εἰκόνα Θεοῦ γενομένης οὐσίας, τὸν θάνατον καὶ τὸν ᾅδην οἰκητήριον λαχούσης ἔχειν. Ταῦτα δ' οὖν ἔπαθον ἂν, εἰ μὴ αὐτὸς ὁ Κύριος παραστὰς βεβοηθήκει μοι. Εἴ ποτε γοῦν πειραζόμενος ἐν τοῖς ἀγῶσιν ἀντελαβόμην ἀσθενείας ἐμαυτοῦ, ὡς κινδυνεύειν σαλευθῆναι τοὺς πόδας τῆς ἐμῆς ψυχῆς, ὁμολογῶ παραχρῆμα τοῦ ἐλέους σου, Κύριε, αἴσθησιν εἰληφέναι, καὶ ὑπὸ σοῦ βεβοηθῆσθαι· ὡς εἰ μὴ τοῦτό μοι παρῆν ὑποστηρίζον μου τοὺς πόδας, πάλαι ἂν ὀλισθήσας ἐπεπτώκειν ἀπὸ τῆς παρὰ σοὶ στάσεως. Νῦν δὲ τὸ ἔλεός σου, Κύριε, δίδωσί μοι παῤῥησίαν τοῦ λέγειν· Ἔστησας ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνας τὰ διαβήματά μου. Κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου αἱ παρακλήσεις σου ηὔφραναν τὴν ψυχήν μου. Οὐ μόνον τοῖς ποσί μου τὸ ἔλεός σου δύναμιν παρεῖχε πρὸς τὸ μὴ σαλευθῆναι, οὐδὲ μόνον ἡ παρὰ σοῦ βοήθεια τὴν ἐμὴν κατεκράτει ψυχὴν πρὸς τὸ μὴ παροικῆσαι τῷ ᾅδῃ· ἀλλὰ καὶ ἃς ἔφερον ἐν τῇ καρδίᾳ μου ὀδύνας, αἱ παρὰ σοῦ παρακλήσεις ἐθεράπευον, ἀποῤῥήτῳ δυνάμει τῆς σῆς χρηστότητος παρακαλούσης μου τὴν ψυχὴν καὶ εὐφροσύνης αὐτὴν πληρούσης. Οὐδὲ γὰρ μία τις ἦν παράκλησις, οὐδὲ δευτέρα, ἀλλὰ πλείους καὶ τοσαῦται, ὅσαι ἦν ἀριθμὸς τῶν ἐν τῇ καρδίᾳ μου ὀδυνῶν. Ἐφαμίλλως γοῦν ταῖς ἐμαῖς ὀδύναις τὰς παρὰ σοῦ μοι παρεῖχες παρακλήσεις πρὸς ἑκάστην ὀδύνην, ὥσπερ τι φάρμακον σωτήριον τὴν σὴν παράκλησιν προσφέρων, καὶ ὥσπερ πλείοσι τραύμασι, πλείους καὶ τὰς θεραπείας προσάγων. Τοιούτων δὲ παρακλήσεων ὁ θεῖος Ἀπόστολος ἀντιλαμβανόμενος, ἔφασκεν· Εὐλογητὸς ὁ Θεὸς, ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως, ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως, ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ. Ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ ἐν ἡμῖν, οὕτω περισσεύει καὶ ἡ παράκλησις ἡμῶν. Καὶ ἦν ἂν εἰπεῖν πρὸς ταῦτα, μεταβαλόντα τό· Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς, τό· Οὐκ ἄξιον τὸ πλῆθος τῶν ὀδυνῶν τῶν ἐν τῇ καρδίᾳ μου πρὸς τὰς παρακλήσεις σου, ὦ Κύριε, ἐφ' αἷς ηὔφρανας τὴν ψυχήν μου. Εἰ δὲ ἐφ' ἑκάστῃ ὀδύνῃ παρακαλεῖταί τις ὑπὸ τοῦ Θεοῦ, καὶ τῆς παρὰ τοῦ Θεοῦ εὐφροσύνης καταξιοῦταί τις· οὐκ ἂν εὔξαιτο διὰ Θεὸν πλείους ὑπομένειν ὀδύνας, ὡς ἂν πλειόνων τυγχάνοι παρακλήσεων, καὶ πλειόνων τῶν ἐπὶ ταῦτα εὐφροσυνῶν; Μὴ συμπροσέσται σοι θρόνος ἀνομίας, ὁ πλάσσων κόπον ἐπὶ πρόσταγμα; Εἰκότως, φησὶ, κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν τῶν ἐν τῇ καρδίᾳ μου αἱ παρακλήσεις σου ηὔφραναν τὴν ψυχήν μου· ἐπειδήπερ 23.1208 οὐ πρόσεστί σοι Θεῷ ὄντι δικαίῳ καὶ ἀγαθῷ θρόνος ἀνομίας· πάντα γὰρ κρίσει δικαίᾳ καὶ ὀρθῷ νόμῳ διοικεῖς· διὸ πλάσσεις κόπον ἐπὶ πρόσταγμα, τουτέστι, τὸ πρόσταγμά σου κόπων καὶ καμάτων ἐστὶ ποιητικὸν διὰ τὰς μετὰ τοὺς πόνους διαδεξομένας ἀμοιβὰς τοὺς καλῶς ἀγωνισαμένους καὶ τὸν κόπον προθύμως καὶ εὐτόνως ὑπομείναντας. Θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου, καὶ αἷμα ἀθῶον καταδικάσονται. Καὶ ἐγένετό μοι Κύριος εἰς καταφυγὴν, καὶ ὁ Θεός μου εἰς βοηθὸν ἐλπίδος μου. Καὶ ἀποδώσει αὐτοῖς τὴν ἀνομίαν αὐτῶν, καὶ κατὰ τὴν πονηρίαν αὐτῶν ἀφανιεῖ αὐτοὺς Κύριος ὁ Θεὸς ἡμῶν. Οἱ μὲν ἀσεβεῖς, φησὶν, ἐπὶ τοσοῦτον τὴν τοῦ δικαίου ψυχὴν θηρεύσουσι παγίσιν αὐτὴν καὶ δικτύοις περιβάλλοντες, ἕως ὅτε καὶ