438
μέχρι θανάτου περιελάσωσιν αὐτὴν, αἷμα ἀθῶον καταδικάζοντες. Οὐκ ἀρκοῦνται γὰρ ταῖς διὰ χρημάτων ζημίαις, οὐδὲ ταῖς κατὰ τοῦ σώματος τῶν δικαίων πληγαῖς τε καὶ αἰκίαις, ἀλλὰ καὶ τὴν ἐπὶ θανάτῳ ψῆφον κατ' αὐτῶν ἐκφέρουσι. Κἀκεῖνοι μὲν τοιοῦτοι· ἐγὼ δὲ καὶ τοιούτων καταφρονεῖν μεμαθηκὼς, καὶ μέχρι θανάτου εὐθαρσῶς ἵστασθαι, εἰδὼς ἔχειν ἐμαυτῷ καταφυγὴν τὸν Κύριον, καὶ βοηθὸν ἐλπίδος μου τὸν Θεόν μου· ὃς ἐμοὶ μὲν βοηθήσει καταφυγή μου γινόμενος· τοῖς δὲ θηρεύουσι τὴν ψυχὴν τοῦ δικαίου, καὶ αἷμα ἀθῶον καταδικάζουσιν, ἀποδώσει τὴν ἀνομίαν αὐτῶν εἰς κεφαλὴν αὐτῶν, καὶ τὴν πονηρίαν αὐτῶν στρέψει κατ' αὐτῶν ἐν τῷ τῆς δικαιοκρισίας καιρῷ, ὅτε καὶ ἀφανιεῖ αὐτοὺς Κύριος ὁ Θεὸς ἡμῶν· διὸ καὶ Θεὸς ἐκδικήσεων κατ' ἀρχὰς εἴρηται τοῦ ψαλμοῦ. ΨΑΛΜΟΣ ∆ʹ. ∆εῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν. Οὐ φέρεται παρ' Ἑβραίοις ἡ προγραφή· καὶ εἰκότως· οὔτε γὰρ ψαλμὸν, οὔτε ὕμνον, οὔτε ᾠδὴν εὔλογον ἦν ἐπιγράφειν, τὸν καλοῦντα μὲν τὸν Ἰουδαίων λαὸν ἐπὶ ἀγαλλίασιν, ἀπειλοῦντα δὲ αὐτοῖς ὀργὴν καὶ τὰ τέλη τῶν παραγγελμάτων ἐπὶ σκυθρωποῖς περιγράφοντα. Σημειώσῃ δὲ εἴ που καὶ ἀλλαχοῦ τῆς Γραφῆς τὸ, δεῦτε, εἴρηται, καὶ τίνα τρόπον ὡς ἀφεστῶτας καὶ μακρὰν γεγονότας πλησιάζειν αὐτῷ καλεῖ· τηρήσεις καὶ ὅτι πάντοτε τὴν κλῆσιν ἐπ' ἀγαθῷ ποιεῖται, ὡς ἐν τῷ, ∆εῦτε τέκνα, ἀκούσατέ μου, καὶ, ∆εῦτε ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ, ∆εῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες, καὶ, ∆εῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου. Ἐν δὲ τῷ μετὰ χεῖρας ψαλμῷ σαφῶς ἐπὶ ἀγαλλίασιν ἥκειν παρακαλεῖ. ∆ιὸ σημειώσῃ, ὅτι μὴ καλῶς ἡγοῦνται οἱ σκυθρωπὸν καὶ ἐπίλυπον νομίζοντες εἶναι τὸν τῆς θεοσεβείας ζυγόν· ἐπ' ἀγαθοῖς γὰρ καὶ φαιδροῖς ποιεῖται τὴν κλῆσιν. Τούτοις παράθες τὸ, Πορεύεσθε εἰς τὸ πῦρ τὸ αἰώνιον, καὶ τὰ ὅμοια, ἐναντίως τὸ, δεῦτε, τοῖς ἁμαρτάνουσι λεγόμενα. Ἐπειδὴ ἐν τοῖς καιροῖς τῶν πολέμων οἱ νικῶντες ἀλαλάζειν εἰώθασι, καὶ μέγα βοᾷν κατὰ τῶν πολεμίων, εἰκότως οὐ μόνον χαίρειν καὶ ἀγαλλιᾷν, ἀλλὰ καὶ ἀλαλάζειν ἐπὶ τῇ σωτηρίῳ νίκῃ προστάττει. Τίς δ' ἂν εἴη ὁ Σωτὴρ ἡμῶν καὶ Θεὸς ἡμῶν, ἢ ὁ τοῦ Θεοῦ Λόγος ὁ εἰπὼν, Θαρ 23.1209 σεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον; ὁ καὶ ῥυσάμενος ἡμᾶς ἀπὸ τῆς πάλαι κατακρατούσης ἡμῶν δαιμονικῆς ἐνεργείας, οὗ καὶ τὸ Ἰησοῦς ὄνομα σωτήριον Ἑβραϊκῇ φωνῇ σημαίνει. Τίνας δὲ προηγουμένως ὁ λόγος ἐπὶ τὴν ἀγαλλίασιν παρακαλεῖ, εὕροις ἂν ἐπιστήσας τοῖς ἑξῆς, ἐν οἷς εἴρηται, Κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν. Σαφῶς γὰρ διὰ τούτων δηλοῖ τοὺς υἱοὺς τῶν ἐν τῇ ἐρήμῳ παραπικρανάντων, δῆλον δ' ὅτι τοὺς ἐκ περιτομῆς. Τούτους τοιγαροῦν ἀνακαλεῖται λέγων· ∆εῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ. Θεσπίζει δ' ὅτι μὴ ὑπακούσονται τῇ κλήσει· λέγει δ' οὖν ἐπὶ τέλει· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ. Αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου, ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Ἐπεὶ οὖν ἐκεῖνοι ἀεὶ πλανῶνται τῇ καρδίᾳ, εἰκότως ὁ ἐπιφερόμενος ἑξῆς ψαλμὸς τὰ ἔθνη πάντα καλεῖ ἐπὶ τὸ καινὸν ᾆσμα, καὶ ἐπὶ τὴν ἐν Θεῷ ἀγαλλίασιν. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ. Ἐπὶ μὲν τῆς πρώτης αὐτοῦ παρουσίας τὸ πρόσωπον αὐτοῦ τὸ ἔνθεον ἀποκρύψας ὁ τοῦ Θεοῦ Λόγος, τὴν τοῦ δούλου μορφὴν περιεβάλετο· διὸ εἴρηται· Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν· ὅτι ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη, καὶ οὐκ ἐλογίσθη. Ἐπὶ δὲ τῆς δευτέρας αὐτοῦ παρουσίας ἀνακεκαλυμμένῳ προσώπῳ καὶ μετὰ δυνάμεως καὶ δόξης πολλῆς ἐπιστήσεται· διόπερ ὁ λόγος, προτάξας τὰ εἰρημένα διὰ τῶν πρώτων, ἅπερ ἐχρῆν ἐπὶ τῆς προτέρας αὐτοῦ παρουσίας πράττειν, ἑξῆς ἀκολούθως τῆς δευτέρας αὐτοῦ καὶ ἐνδόξου ἐπιφανείας ὑπομιμνήσκει, παρακελευόμενος προβαλεῖν τὸ μέλλον, καὶ προφθάσαι τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει. Καλὸν γὰρ προφθάσαι καὶ προλαβεῖν,