439
καὶ πρὶν φανῆναι τὸ πρόσωπον αὐτοῦ ἔνδοξον, ἐφ' οἷς ἡμάρτομεν ἀποκάθαρσιν ἑαυτοῖς πορίσασθαι διὰ τῆς ἐξομολογήσεως. Γένοιτο δ' ἂν ἡ ἐξομολόγησις γνησία, εἰ ἐν ψαλμοῖς ἀλαλάζωμεν αὐτῷ, τουτέστι διὰ τῶν ὀργάνων τῆς ψυχῆς, ἅπερ ἐστὶ τὰ σώματα· δι' ὧν προσήκει τὸν καλούμενον ἀλαλαγμὸν ἐπιτελεῖν, βίῳ σώφρονι καὶ πολιτείᾳ ἐναρέτῳ τὴν τοῦ θείου Πνεύματος ἁρμονίαν καὶ τὸν ἅγιον ῥυθμὸν ἐπιδεικνυμένους. Ταῦτα δὲ προηγουμένως πρὸς τὸν Ἰουδαίων λέλεκται λαὸν, προκαλουμένου αὐτοὺς τοῦ λόγου ἐπὶ τὴν τοῦ Σωτῆρος ἡμῶν γνῶσιν· ὅμως δὲ καὶ πρὸς πάντας ἡμᾶς χρησίμως ἂν ἐφαρμοσθείη. Ὅτι Θεὸς μέγας Κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πάντας τοὺς θεούς. Τὰ παρηγγελμένα διὰ τῶν ἔμπροσθεν ἐν τῷ Κυρίῳ καὶ Σωτῆρι ἡμῶν, δηλαδὴ τῷ τοῦ Θεοῦ Λόγῳ, ἐπιτελεστέον, διά τε τὰ ἄλλα, καὶ διότι φύσει μέγας ὢν Θεὸς καὶ μέγας τυγχάνει βασιλεὺς, ἅτε μονογενὴς ὢν τοῦ Θεοῦ Λόγος. Βασιλεὺς δὲ μέγας ἐστὶν ἐπὶ πάντας τοὺς θεοὺς, ἢ κατὰ τὸν Σύμμαχον, ἐπάνω πάντων τῶν θεῶν· ἤτοι τῶν πεπλανημένως παρὰ τοῖς ἔθνεσι νενομισμένων· ἢ τῶν Μωϋσεῖ παραπλησίων, ᾧ εἴρηται, Τέθεικά σε θεὸν Φαραώ· ἢ θεῶν περὶ ὧν εἴρη 23.1212 ται· Θεὸς θεῶν Κύριος ἐλάλησε· καὶ, Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν· οὐδεὶς γὰρ αὐτῷ τούτων ὅμοιος. ∆ι' ὃ καὶ ἀλλαχοῦ εἴρηται· Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ, ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ; Ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ εἰσι. Καὶ διὰ τοῦτο ἀγαλλιασώμεθα καὶ ἀλαλάξωμεν τῷ Θεῷ, οὐ μόνον ὅτι Κύριος καὶ Θεός ἐστι καὶ βασιλεὺς μέγας ἐπὶ πάντας τοὺς θεοὺς, ἀλλ' ὅτι καὶ ὑπηγάγετο καὶ ὑφ' ἑαυτὸν ἐποιήσατο τὰ πέρατα τῆς γῆς. Τοῦτο γὰρ αἰτήσας παρὰ τοῦ Πατρὸς εἴληφε κατὰ τό· Αἴτησαι παρ' ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Εἰ δὲ καί τινα ἦν ὕψη ὀρέων, ἤτοι τὰ παρὰ τῇ θείᾳ Γραφῇ τετιμημένα, ὡς τὸ Σιναῒ, καὶ τὸ Χωρὴβ, τό τε Θαβὼρ, καὶ τὸ ὄρος Σιὼν, καὶ τὸ ὄρος τῶν Ἐλαιῶν, καὶ εἴ τι ἄλλο τούτοις παραπλήσιον· ἢ καὶ τὰ τούτοις ἐναντία, τὰ δὴ ὑπὸ δαιμόνων πάλαι κρατούμενα, ἐν οἷς ἐθυσίαζον ὡς θεοῖς τοῖς πονηροῖς δαίμοσι τὰ ἔθνη· ἀλλὰ καὶ ταῦτα πάντα δεδιδάγμεθα ὅτι τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν ἴδια τυγχάνει· αὐτὸς γὰρ ἦν ὁ ποιητὴς αὐτῶν. Μήποτε δὲ ἐν μὲν τῇ χειρὶ αὐτοῦ τὰ πέρατά εἰσι τῆς γῆς, διὰ τὸ ὑπὸ τὴν αὐτοῦ χεῖρα διοικεῖσθαι τὰ περίγεια, τὰ δὲ ἐπουράνια, τροπικῶς ὕψη ὀρέων ὀνομαζόμενα, κρεῖττόν τι ἔχει τῶν ἐπὶ γῆς; ἐπειδήπερ αὐτοῦ ἐστιν οἷόν τι κτῆμα καὶ οἰκητήριον τῆς βασιλείας· Ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα καὶ αὐτὸς ἐποίησεν αὐτὴν, καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν. Μὴ θαυμάσῃς, φησὶν, εἰ τὰ πέρατα τῆς γῆς αὐτοῦ τυγχάνει· καὶ εἰ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ ἐστιν. Ἀλλὰ γὰρ μάνθανε, ὅτι καὶ τὸ πᾶν στοιχεῖον τῆς ὑγρᾶς οὐσίας, ἐφ' ᾧ ἐστερέωται ἡ γῆ, αὐτοῦ ἔργον ὑπάρχει· οὐ μόνον κτῆμα ὂν, ἀλλὰ καὶ ποίημα αὐτοῦ. Τὴν μὲν οὖν θάλασσαν, δι' ἧς τὸ πᾶν στοιχεῖον τῆς ὑγρᾶς οὐσίας δηλοῦται, αὐτὸς ἐποίησε· τὴν δὲ ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν· τάχα διὰ τὸ λέγεσθαι· Ἔλαβεν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον· καὶ πάλιν· Ἔπλασεν ὁ Θεὸς ἀπὸ τῆς γῆς πάντα τὰ θηρία. Ἔοικε δὲ τὸ τῆς γῆς στοιχεῖον, σφαιροειδὲς ὂν, ὥς φασιν, ἢ καὶ ἄλλως κατά τινα τρόπον ἐσχηματισμένον, λόγῳ Θεοῦ καὶ αὐτὸ τὴν τοιάνδε πλάσιν εἰληφέναι. ∆ιὸ ἀκριβῶς καὶ κατὰ φυσικὸν λόγον εἴρηται τό· Καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν. ∆εῦτε προσκυνήσωμεν, καὶ προσπέσωμεν καὶ κλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς. Τὴν ἔνθεον τοῦ Κυρίου δύναμιν διὰ τῆς προτεθείσης διδασκαλίας παραιτήσας ὁ λόγος, ἀνωτέρω τε εἰπὼν, Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, νῦν ἀναγκαίως διασαφεῖ τὸν τρόπον τῆς ἐξομολογήσεως. Πάνυ δὲ προτρεπτικῶς ἀρχόμενος τοῦ ψαλμοῦ, οὐκ ἐντεῦθεν ἀπὸ τῶν σκυθρωποτέρων ἤρξατο, ἀλλ' ἀπὸ τῶν φαιδροτέρων, ὡς ἂν μὴ ἀποτραπεῖεν οἱ