440
καλούμενοι τὸ, προσπέσωμεν καὶ κλαύσωμεν, εὐθὺς ἐν ἀρχαῖς ἀκούσαντες· εἰ μὴ ἄρα δύο τάγματα διὰ τούτων δηλοῖ· ἓν μὲν τὸ κρεῖττον, ὃ 23.1213 προηγουμένως ἐπὶ τὸν αἶνον καὶ τὴν ἀγαλλίασιν καλεῖ· δεύτερον δὲ τὸ δεόμενον θεραπείας· δι' ὃ, ∆εῦτε ἀγαλλιασώμεθα, ἐν τοῖς πρώτοις εἴρηται· εἶθ' ἑξῆς μετὰ τὰ τεθεολογημένα περὶ τοῦ Κυρίου καὶ μετὰ τὴν τῶν προτέρων κλῆσιν ἐπὶ τοὺς δευτέρους μεταβαίνει, καὶ τούτους διδάσκων ἀντὶ ὕδατος καὶ περιῤῥαντηρίων, κλαυθμῷ καὶ ἐξομολογήσει ἐπὶ τοῖς πρώτοις αὐτῶν ἁμαρτήμασι χρήσασθαι. Προτρεπτικῶς δὲ τὸ, κλαύσωμεν ἐναντίον Κυρίου, ἐπαγαγὼν, τοῦ ποιήσαντος ἡμᾶς, ἀγαθὰς ὑπέγραψεν ἐλπίδας, διδάξας, ὅτι μὴ ἀλλότριοί ἐσμεν αὐτοῦ, ἀλλ' ἔργον αὐτοῦ καὶ ποίημα αὐτοῦ· δι' ὃ προσήκει τὰ χρηστότερα προσδοκᾷν, ἅτε δὴ κηδομένου αὐτοῦ τοῦ ἰδίου ποιήματος. Ἔτι πρὸς τούτοις διὰ τοῦ, Προσπέσωμεν καὶ κλαύσωμεν ἐνώπιον Κυρίου, διδάσκει μὴ ἐνώπιον ἀνθρώπων μηδὲ δι' ἀνθρώπους τοῦτο ποιεῖν, ἀλλ' ἐν τῷ κρυπτῷ κατὰ τὸ, Ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι. Καθόλου μὲν οὖν ἅπασιν ἁρμόζει τὰ παρηγγελμένα· κυρίως δὲ καὶ προηγουμένως ὁ Λόγος τὸν Ἰουδαίων λαὸν ἐπὶ μετανοίᾳ ὧν ἐτόλμησαν παρακαλεῖ, Ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ, καὶ πρόβατα χειρὸς αὐτοῦ. Οὐ μόνον Κύριος ἡμῶν ἐστιν ὡς οἰκετῶν δεσπότης, οὐδὲ μόνον ποιητὴς ὡς ἂν κτίστης ἡμῶν, ἀλλὰ καὶ Θεός ἐστιν ἡμῶν, ἅτε δὲ ἀγαθὸς ὢν καὶ ἵλεως. ∆ι' ὃ καὶ φείσεται ἡμῶν καὶ ἐλεήσει ἡμᾶς· ὅτι οὐ μόνον ποίημα, ἀλλὰ καὶ κτῆμα αὐτοῦ τυγχάνομεν ὄντες· καὶ οἱ μὲν λογικώτεροι λαὸς αὐτοῦ, οἱ δὲ ἔτι ἀτελεῖς καὶ ἀλογώτεροι πρόβατα χειρὸς αὐτοῦ· ὥστε ἐὰν ἐξομολογησώμεθα αὐτῷ καὶ προσκυνήσωμεν καὶ προσπέσωμεν καὶ κλαύσωμεν ἐναντίον αὐτοῦ, ἐξ ἅπαντος σωθησόμεθα, οἱ μὲν ὡς λαὸς αὐτοῦ, οἱ δὲ ὡς πρόβατα χειρὸς αὐτοῦ. Λέγεται γοῦν αὐτὸς εἶναι ὁ ποιμὴν ὁ καλός· καὶ ἡμεῖς λέγειν διδασκόμεθα· Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ἐν τῷ παραπικρασμῷ. Ἅπαξ τότε, φησὶν, ἐσκληρύνατε τὰς καρδίας ὑμῶν, ἀκούσαντες αὐτοῦ τῆς φωνῆς ἐπὶ τῆς ἐρήμου· ὁρᾶτε οὖν μὴ καὶ δεύτερον ταὐτὸν πράξητε, ἐὰν αὖθις τῆς φωνῆς αὐτοῦ ἀκούσητε ἐν ἀνθρώποις σήμερον γενομένου. Ὁ δὲ λόγος προηγουμένως πρὸς τοὺς ἐκ περιτομῆς λέλεκται ἐκ προσώπου τοῦ χοροῦ τῶν προφητῶν προφερόμενος· οἳ δὴ κατὰ μὲν τὴν ἀρχὴν τὰ πάντα ἔλεγον πληθυντικῶς, καὶ ἑαυτοὺς συγκαταλέγοντες τοῖς καλουμένοις· ∆εῦτε, γὰρ ἔφασκον, ἀγαλλιασώμεθα καὶ ἀλαλάξωμεν καὶ προφθάσωμεν· καὶ πάλιν· ∆εῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν καὶ κλαύσωμεν· ἐπὶ δὲ τοῦ παρόντος ἑτέρων εἰς πρόσωπον μὴ παραιτήσασθαι τὴν κλῆσιν παραινοῦσι· μηδ' ἀπιστῆσαι τῇ φωνῇ τῇ σήμερον αὐτοῖς μελλούσῃ λαλεῖν. Τὸ δὲ, σήμερον, ὁ Ἀπόστολος εἰς πάντα τὸν παρατείνοντα τῆς ζωῆς ἡμῶν χρόνον ἐξείληφε, κατὰ τὸ, ἕως οὗ τὸ σήμερον καλεῖται. Προτρέπει δὲ καὶ ἡμᾶς ὁ λόγος ἐντεῦθεν ἀπάρξασθαι τῶν παρηγγελμένων. Εἰ γὰρ καὶ πολλή τις γέγονε ῥᾳθυμία ἐν τῷ παρελθόντι χρόνῳ· ἀλλὰ κἂν ἀπὸ τῆς 23.1216 σήμερον καλουμένης ἡμέρας καὶ ἀπὸ ἐνεστῶτος καιροῦ σπουδάσωμεν προσέχειν τοῖς εἰρημένοις· καὶ μὴ ζηλώσωμεν τὸν λαὸν ἐκεῖνον, ὃς, ἀκούσας φωνῆς Θεοῦ ἐπὶ τῆς κατὰ τὴν ἔρημον ὀπτασίας, ἐσκληρύνθη τὴν καρδίαν ἐν τῷ καιρῷ τοῦ παραπικρασμοῦ, ὁπηνίκα πάντων αὐτῶν τὰ κῶλα κατεστρώθη ἐν τῇ ἐρήμῳ, διὰ τὸ παρακοῦσαι τῆς φωνῆς τοῦ Θεοῦ. Ἀναγκαίως οὖν ἐκείνων ὑπομιμνήσκει, ἵνα μὴ καὶ ἡμεῖς τῇ σήμερον ἡμέρᾳ τῶν τοῦ Θεοῦ παραγγελμάτων ἀκούοντες καὶ παρακούοντες παραπικραίνωμεν αὐτὸν σκληρυνόμενοι τὰς καρδίας, καὶ μὴ ὑπακούοντες τοῖς σωτηρίοις παραγγέλμασι, καὶ διὰ τοῦτο πικρὸν αὐτὸν καὶ ἀπότομον κριτὴν ἑαυτοῖς κατασκευάζοντες. Καὶ πρὸς πάντας μὲν οὖν ἡμᾶς, ὡς ἔφην, ἁρμόζει τὸ παράγγελμα· κατὰ δὲ τὸν προηγούμενον λόγον πρὸς