442
λαοῦ μὴ ὑπακούσαντος. Ω∆Η ΤΩ ∆ΑΥΙ∆, ΟΤΕ Ο ΟΙΚΟΣ ΩΚΟ∆ΟΜΕΙΤΟ ΜΕΤΑ ΤΗΝ ΑΙΧΜΑΛΩΣΙΑΝ. Εʹ. Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν· ᾄσατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ. Ἄσατε τῷ Κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ. Φήσας ὁ λόγος ἐν τῷ πρὸ τούτου ψαλμῷ περὶ τοῦ Ἰουδαίων λαοῦ τὸ, Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· καὶ τὸ, Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου· ἐπειδὴ πρώτους αὐτοὺς ἐπὶ τὴν κατὰ Θεὸν ἀγαλλίασιν προκαλεσάμενος ἀπειθεῖς εὗρεν, ἐπὶ τὴν τῶν ἐθνῶν κλῆσιν μεταβαίνει· προσφωνεῖ δὲ ταῦτα τοῖς ἀποστόλοις καὶ μαθηταῖς τοῦ Σωτῆρος, ὅπερ δῆλόν ἐστι ἀπὸ τοῦ, Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ, ἑξῆς εἰρημένου, καὶ, Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ· ἐπεὶ μὴ δι' ἄλλων ἢ διὰ τῶν τοῦ Σωτῆρος ἡμῶν ἀποστόλων εἰς ἔργον προκεχωρήκασιν οἱ λόγοι. ∆ι' ὃ καὶ μόνοις ἁρμόζει τὰ προκείμενα προσφωνεῖσθαι διὰ τὴν Καινὴν ∆ιαθήκην καὶ τὸ καινὸν ᾆσμα τὸ εὐαγγελικὸν, τὸ πᾶσι τοῖς ἔθνεσι δι' αὐτῶν κεκηρυγμένον. Οὗτοι δὴ οὖν προστάττονται ᾄδειν τῷ Κυρίῳ ᾆσμα καινὸν ἐν πάσῃ τῇ γῇ· ὅπερ καὶ ἔργοις πεπληρώκασιν, ὅτε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἦν δὲ τὸ ᾆσμα τὸ καινὸν, τὸ σωτήριον Εὐαγγέλιον, οὐ τὰ παρὰ Μωϋσεῖ παλαιὰ νόμιμα περιέχον, ἀλλὰ τὰ τοῦ Χριστοῦ πᾶσιν Ἕλλησιν ἁρ 23.1220 μόδια παραγγέλματα· τὰ γὰρ Μωϋσέως οὐ τοιαῦτα ἦν. Προηγουμένως μὲν οὖν προστάττει ᾄδειν αὐτῷ τῷ Κυρίῳ τὸ καινὸν ᾆσμα· ἐπεὶ δὲ οὐ πᾶσα ἡ γῆ οἵα τε ἦν τίς ποτ' ἦν ὁ Κύριος συνεῖναι, οὐδὲ τοὺς περὶ τοῦ Κυρίου βαθυτέρους εἰδέναι λόγους· ἀναγκαίως ἑξῆς κατὰ δεύτερον λόγον ἐπιλέγει τό· Ἄσατε τῷ Κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ, τοιαύτην ἔχων τὴν διάνοιαν· εἰ μὴ συνιέναι τίς ἐστιν ὁ τοῦ σύμπαντος κόσμου δημιουργὸς, καὶ ὁ τῶν ὅλων δεσπότης Κύριος δύναται τὰ καθ' ὅλης τῆς γῆς ἔθνη· καὶ εἰ μὴ συνορᾷν οἷά τέ ἐστιν ὅπως δημιουργικὸς ὢν Θεοῦ Λόγος, ἀφανεῖ καὶ ἀοράτῳ δυνάμει τὰ πάντα διέπει καὶ διακυβερνᾷ· ἀλλ' ἀπαρκεῖ γε αὐτοῖς ὡς ἐν εἰσαγωγῇ καὶ τὸ εὐλογεῖν τὸ ὄνομα αὐτοῦ. Ἱκανὸν γάρ ἐστιν αὐτὸ τὸ τοῦ Κυρίου ὄνομα καὶ αὐτὴ ψιλὴ ἡ προσηγορία αὐτοῦ εὐφημουμένη καὶ εὐλογουμένη τὰ μέγιστα τοὺς εὐλογοῦντας ὠφελεῖν, μᾶλλον ἢ οἱ τὸν Ἀβραὰμ εὐλογοῦντες, πρὸς ὃν εἴρηται· Οἱ εὐλογοῦντές σε εὐλογηθήσονται. Τὸ καινὸν δὲ ᾆσμα μετὰ τὴν αἰχμαλωσίαν οἱ τῆς νέας οἰκουμένης κατηξιωμένοι καθ' ὅλης τῆς οἰκουμένης ᾀδέτωσαν. ∆ιό φησιν ἡ προγραφὴ τοῦ ψαλμοῦ, Ὅτε ὁ οἶκος ᾠκοδομεῖτο μετὰ τὴν αἰχμαλωσίαν. Ὅτε γοῦν ὁ μέγας οἶκος τοῦ Θεοῦ, ἡ Ἐκκλησία αὐτοῦ, ἐν πᾶσι τοῖς ἔθνεσι μετὰ τὴν τῶν ψυχῶν αἰχμαλωσίαν οἰκοδομεῖσθαι ἤμελλεν ὑπὸ τοῦ μεγάλου καὶ σοφοῦ ἀρχιτέκτονος τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν, περὶ οὗ φησιν ὁ προφήτης· Οὗτος οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει· τότε αὐτὸς ὁ Σωτὴρ, μέλλων ἔργοις ἀποπληροῦν τὰ διὰ τῶν προφητῶν προπεφωνημένα, μετὰ χεῖρας λαβὼν καὶ διελθὼν τὴν δι' αὐτοῦ προσώπου φάσκουσαν τοῦ Ἡσαΐου περικοπήν· Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, πτύξας τὴν βίβλον μετὰ τὴν ἀνάγνωσιν, εἶπε· Σήμερον πεπλήρωται ἡ Γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν· διδάσκων αὐτὸν μὲν εἶναι τὸν οὐ σωματικῷ μύρῳ τοῖς σωματικοῖς χριστοῖς ὁμοίως, τῷ δὲ Πνεύματι τῆς πατρικῆς