443
θεότητος κεχρισμένον, καὶ διὰ τοῦτο Χριστὸν ἀνηγορευμένον· δι' αὐτοῦ δὲ καὶ τὸ Εὐαγγέλιον τοῖς τὰς ψυχὰς αἰχμαλώτοις κεκηρῦχθαι ἀκολούθως τῇ προφητείᾳ. Οἱ μὲν οὖν τοῦ Ἰουδαίων ἔθνους προφῆται οὐ τοιαῦτα ᾖδον, οὐδ' ἀγαθῶν Εὐαγγέλια τοῖς καθ' ἑαυτοὺς ἐκήρυττον· ἀλλ' ὁποῖα Μωϋσῆς ἐν μεγάλῃ ᾠδῇ πρὸς τὸν λαὸν φάσκων· Τέκνα μωμητὰ, γενεὰ σκολιὰ καὶ διεστραμμένη, ταῦτα Κυρίῳ ἀνταποδίδοτε; οὕτω λαὸς μωρὸς καὶ οὐχὶ σοφός; καὶ τὰ τούτοις ἀκόλουθα· ἐν οἷς ἐστι καὶ τὸ, Παρώξυνάν με ἐν ἀλλοτρίοις, ἐν βδελύγμασιν αὐτῶν ἐξεπίκρανάν με. Ἔθυσαν δαιμονίοις, καὶ οὐ Θεῷ· καὶ τὸ, Αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ Θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν. Καὶ Ἡσαΐας δὲ τούτοις κατάλληλον ᾄδων ᾆσμα ἔλεγεν· Ἄσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ μου, τῷ ἀμπε 23.1221 λῶνί μου· οἷς ἐπιλέγει· Τί ποιήσω τῷ ἀμπελῶνί μου, ὅτι ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας; Καθελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγήν· καὶ καθελῶ τὸν πύργον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα· καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ τὰ ἀκόλουθα τούτοις. Θρήνους δὲ καὶ Ἱερεμίας ᾖδε κατὰ τοῦ Ἰουδαίωνλαοῦ· καὶ οἱ λοιποὶ δὲ ὁμοίως προφῆται, τὴν πτῶσιν αὐτῶν ἀπολοφυρόμενοι, ᾠδὰς αὐτοῖς ᾖδον καταλλήλους. Τὸ δὲ τοῖς ἔθνεσιν εὐαγγελιζόμενον ᾆσμα καινὸν οὐκ ἦν ἐκείνοις ὅμοιον, καινῶν δὲ καὶ νέων ἀγαθῶν ἐπαγγελίας περιέχον, καὶ οὐ τῷ Ἰουδαίων λαῷ, ἀλλὰ πάσῃ τῇ γῇ προσπεφωνημένα. Σφόδρα δὲ ἀκριβῶς ἡ προγραφὴ τὸ καινὸν ᾆσμά φησι εὐαγγελισθήσεσθαι πᾶσι τοῖς ἔθνεσιν, Ὅτε ὁ οἶκος ᾠκοδομεῖτο μετὰ μὲν αἰχμαλωσίαν. Καὶ ἄλλως γὰρ μετὰ τὴν Ἰουδαίων αἰχμαλωσίαν καὶ μετὰ τὴν ἀπόπτωσιν αὐτῶν, καὶ τὴν ἐπελθοῦσαν αὐτοῖς ἐκ Θεοῦ ὀργὴν, ἣν ἐθέσπισεν ὁ πρὸ τούτου ψαλμὸς εἰπὼν, Ἀεὶ πλανῶνται τῇ καρδίᾳ. Αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου, ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου, οἱ πᾶσαν τὴν γῆν οἰκοῦντες ἄνθρωποι βάρβαροί τε καὶ Ἕλληνες, ὁπηνίκα παρ' αὐτοῖς ὁ οἶκος τοῦ Θεοῦ συνέστη, δηλαδὴ ἡ Ἐκκλησία αὐτοῦ, τὸ καινὸν ᾆσμα ᾄδειν ἐδιδάχθησαν, τὸ τῆς δαιμονικῆς καὶ πολυθέου πλάνης ἀποθέμενοι. Ἐξ ἐκείνου δὲ καὶ τὸ σωτήριον τοῦ Θεοῦ εὐαγγελίζονται, καθ' ὅλης τῆς οἰκουμένης τοῖς τῶν ἱερῶν Εὐαγγελίων ἀναγνώσμασι χρώμενοι. Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ· ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς θαυμάσια αὐτοῦ. Καὶ τίσι ταῦτα προσήκει νομίζειν προστάττεσθαι ἢ τοῖς δι' ἔργων ὕστερόν ποτε αὐτὰ πεπληρωκόσι, τοῖς δηλαδὴ εὐαγγελισαμένοις εἰς πάντα τὰ ἔθνη τὸ σωτήριον τοῦ Θεοῦ; Τούτοις γὰρ τὸ θεῖον Πνεῦμα ἄνωθεν καὶ πρὸ πολλοῦ τοῦτο πράττειν παρεκελεύετο. Τοῖς αὐτοῖς δὲ καὶ τὰ ἑξῆς προσφωνεῖ, ὡς ἂν μέλλουσιν ἀναγγέλλειν τοῦ Κυρίου τὴν δόξαν ἐν πᾶσι τοῖς ἔθνεσι, μέλλουσί τε ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ κηρύττειν. Τίνες οὖν ἦσαν οἱ ταῦτα δι' ἔργων ἐπιτελέσαντες; Εἰ μὲν ἦν ἑτέρους δυνατὸν ἐπιδεικνύναι, ἤτοι κατὰ τοὺς Κύρου χρόνους, ἢ κατὰ τοὺς ∆αρείου τοιούτους αἱ προκείμεναι προστάξεις γίγνονται τοῖς Ἰησοῦ μαθηταῖς, ἀκούουσι τό· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη. Βούλεται γὰρ τὸ Πνεῦμα τὸ ἅγιον συντόνῳ καὶ ἀδιαστάτῳ σπουδῇ ἐπιτελεῖν αὐτοὺς τὸ εὐαγγελικὸν ἔργον· τῇ γὰρ, ἡμέρᾳ ἐξ ἡμέρας, τοῦτο παρίστησι, τὸ διηνεκῶς αὐτοὺς εὐαγγελίζεσθαι τὸ σωτήριον, περὶ οὗ εἴρηται· Οὗτός ἐστιν ἀληθῶς ὁ Σωτὴρ τοῦ κόσμου. Ἐνέγκατε τῷ Κυρίῳ, αἱ πατριαὶ τῶν ἐθνῶν, ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμὴν, ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦ. Οὐ μάτην ᾆσμα καινὸν ᾄδειν ἐν προοιμίοις τῆς ψαλμῳδίας ἐκέλευσεν, ἀλλ' ἐπειδὴ καινή τις κλῆσις τοῦ παρόντος ψαλμοῦ, καινὸν τὸ κήρυγμα. Ἔθνη γὰρ, ὡς ὁρᾷς, οἱ καλούμενοι οὐ μόσχους οὐδ' ἄρνας, οὐδ' ἔξωθεν εἰσ 23.1224 φοράν τινα τῶν οὐ τελείων (πᾶν γὰρ ἄλογον ἐνδεὲς), αὐτοὶ δὲ αὐτοὺς θύειν ἀπαιτούμενοι, δόξαν τε καὶ τιμὴν ὡς