444
Θεῷ κομίζειν προσταττόμενοι. Ἐπεὶ δὲ δεῖ μὴ μόνον λόγοις καὶ ὀρθοῖς δόγμασι θεολογεῖν αὐτὸν, ἀλλὰ καὶ θυσίας προσφέρειν, ἐπάγει· Ἄρατε θυσίας, καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ, προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. Σαλευθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ· εἴπατε ἐν τοῖς ἔθνεσι· ὁ Κύριος ἐβασίλευσε, καὶ τὰ ἑξῆς· θυσίας μὲν λέγων τὰς λογικὰς καὶ πνευματικὰς, ἃς ὁρῶμεν διηνεκῶς ὑπὲρ τῶν εὐσεβῶν προσφερομένας, καὶ ἱερουργουμένας ὑπὸ τῶν ἱερέων, τοιαῦται δὲ καὶ αἱ ἀρεταί· αὐλὰς δὲ τὰς ἐκκλησίας, ἐν αἷς τῆς Καινῆς ∆ιαθήκης θυσίαι προσφέρονται, αἱ πνευματικαὶ λατρεῖαι, αἱ δι' ἔργων καρποφορίαι αἱ χαριστήριοι ἀναφοραί. Ἄλλως δὲ οὐδὲ Ἰουδαίοις ταῦτα προσέταξεν, ἵνα μή τις τὰς νομικὰς ὑποπτεύσῃ θυσίας· ἀλλὰ ταῖς πατριαῖς τῶν ἐθνῶν, περὶ ὧν δι' ἑτέρου προφήτου φησὶν ὁ Θεὸς πρὸς Ἰουδαίους διαλεγόμενος· Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν· ὅτι ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά. Εὖ δὲ καὶ τὸ φάναι, Ἄρατε θυσίας, τουτέστι, Μετεωρίσατε τὸ περὶ θυσιῶν νόημα μὴ χαμαιζήλως βουθυτοῦντες, καὶ τὰ λοιπὰ σφάζοντες ζῶα, ἀλλ' ὑψηλῶς τὰ διὰ τούτων δηλούμενα διανοούμενοι, τὰς πνευματικὰς καὶ ἐπουρανίους θυσίας, ὧν ὑποδείγματα καὶ σκιαὶ ἦσαν αἱ αἰσθητῶς προσαγόμεναι θυσίαι. Ποίας δὲ θυσίας ἀπαιτεῖ ἡ ψαλμῳδία, ὁ μακάριος Παῦλος διαμνημονεύει λέγων· Παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν καθαρὰν, ζῶσαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν. Καὶ εἰσπορεύεσθε, φησὶ, διὰ ποίας ἐρχόμενοι τρίβου; διὰ τῆς πίστεως δηλονότι· αὕτη γάρ ἐστιν ἡ τῆς σωτηρίας εἰσβολή. Εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ, σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς. Χαρήσεται τὰ πεδία, καὶ πάντα τὰ ἐν αὐτοῖς. Ἀντὶ δὲ τοῦ, Σαλευθήτω ἡ θάλασσα, κατὰ τὸν Ἀκύλαν, Βροντήσει, ἢ κατὰ τὸν Σύμμαχον, Ἠχήσει. Σημαίνει δὲ διὰ τούτων ὁ λόγος διελεύσεσθαι τὸ εὐαγγελικὸν κήρυγμα καὶ τὰ πελάγη καὶ τὰς ἐπὶ τῆς θαλάσσης νήσους, τούς τε ἐν ταύταις κατοικοῦντας ἀνθρώπους, πλήρωμα αὐτῆς ὠνομασμένους· ὃ καὶ αὐτὸ τέλους ἔτυχεν. Αὐτίκα γοῦν Ἐκκλησίαι Χριστοῦ τὰς νήσους ἁπάσας πληροῦσι, πληθύει τε ὁσημέραι, καὶ ἐπιδίδωσιν ἡ σωτήριος διδασκαλία μέχρι τῶν τὸν Ὠκεανὸν οἰκούντων παρεκτεινομένη. Καὶ τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ πρὸ προσώπου τοῦ Κυρίου, ὅτι ἔρχεται, ὅτι ἔρχεται κρῖναι τὴν γῆν. Κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὐτοῦ. ΤΩ ∆ΑΥ῭Ι∆, ΟΠΟΤΕ Η ΓΗ ΑΥΤΟΥ ΚΑΘΙΣΤΑΤΟ. ʹ Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, 23.1225 εὐφρανθήτωσαν νῆσοι πολλαί. Ἐπειδὴ ἐν τῇ τῶν Ἑβδομήκοντα ἑρμηνείᾳ φέρεται ἡ προγραφὴ, ἐροῦμεν, ὡς, πολλάκις συμφοραῖς περιπεπτωκὼς ὁ ∆αυῒδ τότε μὲν ὅτε ὑπὸ Σαοὺλ ἠλαύνετο, καὶ τὰς ἐρήμους μετεδίωκε, τάς τε παρὰ τοῖς ἀλλοφύλοις διατριβάς· τότε δὲ ὅτε πολέμοις ἐσχόλαζε, τὸν προκείμενον, οἶμαι, ψαλμὸν κατ' ἐκεῖνον ᾖσε καθ' ὃν κατέστη ἡ γῆ αὐτοῦ, ὁμοῦ καὶ τῆς διανοίας αὐτοῦ καὶ τῆς βασιλείας ἐν ἀταραξίᾳ καὶ εἰρήνῃ καὶ γαλήνῃ καταστάσης μετὰ τὴν πάντων τῶν ἐχθρῶν ἀναίρεσιν. Τότε οὖν ὁ προφήτης, ἐν εἰρηναίῳ καταστήματι γεγονὼς, ὑπὸ τοῦ θείου Πνεύματος ἐπὶ τὴν τῶν προκειμένων διδασκαλίαν ἀνακινεῖται. Ἐπειδὴ δὲ μήτε ᾠδὴ, μήτε ψαλμὸς ἐπιγέγραπται παρ' Ἑβραίοις, εἴποις ἂν τὰ προκείμενα προφητείαν εἶναι καὶ διδασκαλίαν ἁπλῆν τὰ περὶ τῆς δευτέρας καὶ ἐνδόξου παρουσίας τοῦ Σωτῆρος ἡμῶν περιέχουσαν· ἧς καὶ ὁ ∆ανιὴλ μνημονεύων φησίν· Ἐθεώρουν, καὶ ἰδοὺ ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ Υἱὸς ἀνθρώπου παρῆν, καὶ μέχρι τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε. Καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ