445
καὶ ἡ βασιλεία· καὶ πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι αὐτῷ δουλεύσουσιν. Ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος, καὶ ἡ ἐξουσία αὐτοῦ οὐ μὴ ἀφαιρεθῇ. Τότε, φησὶν, ἀγαλλιάσεται πᾶσα ἡ γῆ, ἤτοι ἡ καινὴ κτίσις, καὶ πάντες οἱ ἐξ αἰῶνος τὴν γῆν οἰκήσαντες ἄνθρωποι τοῦ Θεοῦ· ἢ καὶ οἱ μέλλοντες κληρονομεῖν τὴν ἐπουράνιον γῆν, κατὰ τό· Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Τῆς γὰρ σωματικῆς οὐσίας εἰς ἀφθαρσίαν μεταβαλλούσης κατὰ τοὺς τῆς ἀναστάσεως λόγους, ἀγαλλιάσεται ἡ γῆ, ἅτε τῆς τῶν οὐρανῶν βασιλείας καὶ αὐτὴ καταξιωθησομένη. Εὐφρανθήτωσαν νῆσοι πολλαί· πολλαὶ δὲ, καὶ οὐ πᾶσαι, διὰ τῶν κακοδόξων· οὐ χρὴ γὰρ χαίρειν τοῖς ἀσεβέσι. Νήσους γὰρ ἔσθ' ὅτε τὸ Γράμμα τὸ ἱερὸν τὰς Ἐκκλησίας ἀποκαλεῖ· οἷον ἐν θαλάσσῃ κειμένας ἐν τῷδε τῷ τόπῳ, καὶ πικροῖς ὕδασι περιεχομένας ταῖς ἐν αὐτῷ περιστάσεσι, καὶ ὡς ῥαγδαιοτάτοις κύμασι καταπαιομένας τοῖς διωγμοῖς· πλὴν ἀδιαπτώτως ἐρηρεισμένας, καὶ ἀνεχούσας ὑψοῦ, καὶ ταῖς θλίψεσιν οὐ βαπτιζομένας. Ἀκλόνητοι γὰρ διὰ Χριστὸν αἱ Ἐκκλησίαι, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῶν. Οὐκοῦν εἰ δὴ βούλοιτό τις νήσους ἐννοεῖν τὰς ἐξ ἐθνῶν Ἐκκλησίας, οὐκ ἀπὸ τοῦ πρέποντος βαδιεῖται σκοποῦ. Ἐγκαινίζονται γοῦν πρὸς Θεὸν νῆσοι τῷ Ἡσαΐᾳ, αἱ ἀπὸ τῶν ἐθνῶν Ἐκκλησίαι,ἄρτι καθιστάμεναι, καὶ τῆς ἁλμυρᾶς ἀπιστίας ἀνακύπτουσαι, καὶ πῆξιν λαμβάνουσι τῷ Θεῷ βάσιμον. Καλῶς τοίνυν κἀνταῦθα τὰς ψυχὰς τῶν ἐν τοῖς πειρασμοῖς τὸ ἑδραῖόν τε καὶ ἀμετάθετον ἐπιδεικνυμένων, νήσους ὠνόμασεν, ἃς πάντοθεν μὲν διαλαμβάνει ἡ τῆς κακίας ἅλμη, οὐ μὴν τοσοῦτον ἰσχύει προσπίπτουσα, ὡς καὶ σάλον τινὰ τῷ παγίῳ τῆς ἀρετῆς ἐμποιῆσαι. Νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ, δικαιοσύνη καὶ κρῖμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ. Νεφέλη 23.1228 μέν ἐστιν ἐκ φωτοειδοῦς ἀέρος φεγγοβόλον καὶ λεπτότατον ὕφασμα· γνόφος δὲ ἀχλυώδης καὶ ὁμιχλώδης σκοτασμός. ∆ι' ἀμφοτέρων τὸ ἀθεώρητον τῆς θείας φύσεως ἀποσεμνύνει ὁ λόγος. Ὥσπερ γὰρ τὸν νεφέλῃ τινὶ καὶ γνόφῳ συγκαλυπτόμενον ἀδύνατον κατιδεῖν, οὕτω πάμπαν ἀδύνατον θεάσασθαι τὴν ἀόρατον φύσιν. Σημαίνει δὲ καὶ τὴν λεληθυῖαν ἐν ἀνθρώποις τοῦ Κυρίου κάθοδον, ὅτε πέφυκεν ἐν τῇ τοῦ δούλου μορφῇ, ὡς νοεῖσθαι νεφέλην καὶ γνόφον τὴν προσληφθεῖσαν σάρκα, ἅτε τὴν θεότητα ὑποκρύπτουσαν, κατὰ τό· Ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ. Ἀναμιμνήσκει δὲ καὶ ὡς αὐτός ἐστι καὶ ὁ ἐν τῷ Σινᾷ ὄρει διὰ νεφέλης καὶ γνόφου τὴν οἰκείαν ποιησάμενος ἐπιφάνειαν, καὶ διδάσκει, ὅτι, εἰ καὶ τὴν θείαν φύσιν ἀδύνατον κατιδεῖν, ἀλλ' οὖν διὰ τῆς ἐνεργείας τὴν ταύτης δύναμιν ἔνεστι θεωρῆσαι. ∆ικαιοσύνην γὰρ τοὺς ἀνθρώπους ἐπαίδευσε, καὶ τοὺς ἀδιακρίτως ἅπαντα δρῶντας μετὰ κρίσεως ὀρθῆς ἐδίδαξε πολιτεύεσθαι. Ταῦτα αὐτοῦ ὁ θρόνος καὶ ἡ βασιλεία κατώρθωσε· διὸ ἐπάγει· ∆ικαιοσύνη καὶ κρῖμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ. Αὕτη, φησὶ, γέγονε τῆς παρουσίας ἡ αἰτία, τὸ κρῖναι δικαίως τὴν κρίσιν ἡμῶν, ἣν ἔχομεν δηλαδὴ πρὸς τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις. Βεβασίλευκε γὰρ ἡμῶν ὁ Χριστὸς, ἵνα δικαιώσῃ τῇ πίστει τοὺς ἐν ἁμαρτίᾳ. Ἐχρήσατο δὲ καὶ θεοπρεπεῖ καὶ φιλαγάθῳ κρίματι· δεδικαίωκε γὰρ οὐκ ἐξ ἔργων δικαιοσύνης, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος· σέσωκε δὲ ἡμᾶς καὶ δι' ὕδατος τοῦ ἁγίου καὶ μυστικοῦ, ἐν ᾧ συνετρίβη καὶ πεπάτηται, μᾶλλον δὲ καὶ ἀπόλωλεν ὁ πολυκέφαλος δράκων, καὶ αἱ σὺν αὐτῷ δυνάμεις πονηραί. Ταῦτα ἡ τοῦ Χριστοῦ βασιλεία κατώρθωσε. ∆ῆλον δὲ ἀφ' ὧν ἡμεῖς μὲν τῶν καταδουλωσάντων ἀδίκως ἠλευθερώθημεν, ἐκεῖνοι δὲ κατεκρίθησαν. Τοῦτο γὰρ κρίσις δικαία, τὸ τὸν μὲν τυραννοῦντα διάβολον καθελεῖν, τοὺς δὲ τυραννουμένους ἀνθρώπους ἐλευθερῶσαι. Πλὴν ἀλλὰ καὶ ἡμᾶς ἀπαιτεῖ δικαιοσύνην καὶ κρίσιν κατορθοῦν. Πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ. Ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ· εἶδε καὶ ἐσαλεύθη ἡ γῆ.