446
Τὰ ὄρη ὡσεὶ κηρὸς ἐτάκησαν ἀπὸ προσώπου Κυρίου, ἀπὸ προσώπου Κυρίου πάσης τῆς γῆς. Ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ εἴδοσαν πάντες οἱ λαοὶ τὴν δόξαν αὐτοῦ. Αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς, οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν. Ἐν τούτοις τὰ φοβερὰ τῆς ἀνταποδοτικῆς δυνάμεως ὑποδείκνυσι, διὰ τοῦ πυρὸς καὶ τῆς διαττούσης ἀστραπῆς ἐν τῇ δευτέρᾳ Χριστοῦ παρουσίᾳ· ἐκκαλύπτει δὲ καὶ τὴν εὐαγγελικὴν φωταγωγίαν, ἀστραπὰς λέγων τοὺς τοῦ θείου κηρύγματος λόγους, οἳ κατὰ πάσης τῆς οἰκουμένης ἐκλάμπουσιν. Οὐ γὰρ δήπου φαμὲν, ὅτι τῆς εἰς ὑετοὺς γεγενημένης ἀστραπῆς ἐποιεῖτο μνήμην, ἀλλὰ τὴν τοῦ θείου καὶ νοητοῦ φωτὸς ἀνάλαμψιν τῷ τῆς ἀστραπῆς κατασημαίνει ὀνόματι· ἢ ἀστραπὰς ὀνομά 23.1229 ζων Χριστοῦ, τοὺς τὸ θεῖον καὶ εὐαγγελικὸν ἱερουργοῦντας κήρυγμα, τουτέστιν ἀποστόλους καὶ εὐαγγελιστὰς, οἳ φωτὸς δίκην τὴν οἰκουμένην κατέλαμψαν· οἷς καὶ αὐτὸς ἔφη Χριστός· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου Φῶς μὲν γὰρ τὸ ἀληθινὸν αὐτός ἐστιν ὁ Υἱὸς καταφωτίζων ἅπασαν κτίσιν λογικήν. Ἐπειδὴ δὲ γεγόνασι μέτοχοι τοῦ παρ' αὐτοῦ φωτὸς καὶ αὐτοὶ κατὰ τό· Ἄνθρακες ἀνήφθησαν ἀπ' αὐτοῦ, χρηματίζουσι φῶς τοῦ κόσμου. Οὗτοι τοίνυν καθάπερ ἀστραπαὶ γεγόνασι τῇ ὑπ' οὐρανὸν διατρέχοντες πανταχοῦ, καὶ τὸ θεῖον καὶ νοητὸν ταῖς τῶν μυσταγωγουμένων καρδίαις εἰσπέμπονται φῶς. Καὶ πῦρ δέ φησιν ὁ ψάλλων, οὐ πάντως τοῦτο τὸ αἰσθητὸν, οὔτε μὴν τὴν ὁρωμένην φλόγα, ἀλλὰ θείαν τινὰ δύναμιν ἄμαχον καὶ δυσάντητον καὶ δυσδιάφυκτον, πυρὸς δίκην κατεσθίουσαν τοὺς ἐχθραίνοντας αὐτῷ. Οὗτοι δὲ ἦσαν καὶ πρό γε τῶν ἄλλων οἱ ἀλιτήριοι δαίμονες καὶ ὁ τῆς ἀγέλης αὐτῶν ἐπιστάτης· τοῦτον κατέφλεξεν ὁ Σωτὴρ τοῖς ἄλλοις ὁμοῦ. Οὐ γὰρ ἦν ἑτέρως ἐξελέσθαι τοὺς ἐπὶ τῆς γῆς ὑπ' αὐτῷ γενομένους, εἰ μὴ καθάπερ τι πῦρ ἐπαφῆκεν αὐτῷ τὴν δαπανῶσάν τε καὶ ἀφανίζουσαν αὐτὸν ὀργήν. Οὕτως ἐξείλετο τοὺς ὑπ' αὐτοῦ γενομένους, σέσωκε τοὺς ἐν αἰχμαλωσίᾳ, ἐῤῥύσατο τοὺς πεπλανημένους, καὶ εἰς τὸ τῆς ἀληθείας ἐκάλεσε φῶς. Τάχα δὲ πυρὸς καὶ ἀστραπῆς ἐμνημόνευσεν ὁ ∆αυῒδ, ἤγουν φλογὸς καὶ φωτός· ἐπειδὴ διπλῆ τοῦ πυρὸς ἡ ἐνέργεια· οὐ γὰρ μόνον τὸ καίειν, ἀλλὰ καὶ τὸ φωτίζειν ἔχει· καὶ τὸ μὲν φῶς τοῖς δικαίοις ἀποχαρίζεται, ἡ δὲ καῦσις τοῖς παρανόμοις ἀφώρισται. Ταῦτα καὶ τῆς δευτέρας ἐπιφανείας τὰ θεσπίσματα· ταῦτα καὶ ∆ανιὴλ ἐθεάσατο· Ποταμὸς, γάρ φησι, πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· καὶ ὁ Κύριος εἶπεν, ὡς ἡ παρουσία αὐτοῦ ἔσται ὡς ἡ ἀπὸ ἀνατολῶν μέχρι δυσμῶν φθάνουσα ἀστραπή. Τὸ μὲν πῦρ αὐτοῦ προπορεύσεται ἕνεκα τῶν ἐχθρῶν αὐτοῦ· τῶν δὲ εὐσεβῶν καὶ θεοφιλῶν ἀνδρῶν χάριν ἀστραπαὶ αὐτοῦ ἐκ τοῦ αὐτοῦ φωτὸς ἐκπεμπόμεναι ἀντὶ ἡλίου καταλάμψουσι τὴν οἰκουμένην. Εἰ γὰρ τότε ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἐκ τοῦ οὐρανοῦ, κατὰ τὴν σωτήριον διδασκαλίαν· πόθεν ἄλλοθεν φωτισθήσεται ὁ κόσμος εἰ μὴ ἐξ αὐτοῦ· Ἐπειδήπερ ἐστὶν αὐτὸς ὁ Κύριος φῶς αἰώνιον. Προσκυνήσατε αὐτῷ πάντες ἄγγελοι αὐτοῦ· ἤκουσε καὶ εὐφράνθη ἡ Σιὼν, καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς Ἰουδαίας ἕνεκεν τῶν κριμάτων σου, Κύριε. Σιὼν μὲν τὴν Ἐκκλησίαν Χριστοῦ ὑπάρχειν ἰστέον, θυγατέρας δὲ τῆς Ἰουδαίας τὰς ἀποστολικὰς ψυχὰς ἀπὸ τοῦ Ἰουδαίων ἔθνους διελθούσας· αἳ δὴ καὶ ἐμπίπλανται εὐφροσύνης καὶ ἀγαλλιάσεως, μανθάνουσαι περὶ τῶν κριμάτων τοῦ Κυρίου, τῶν τε τοῖς εἰδωλολάτραις ἀποκειμένων τιμωριῶν, καὶ τῶν τοῖς ἔθνεσι τετηρημένων ἐπαγγελιῶν. Εἰκότως δὲ χαίρουσιν ἅτε αὐτῷ ἀνακείμεναι, καὶ ἐλπίζουσαι τῆς ἐνδόξου αὐτοῦ παρουσίας καταξιωθήσεσθαι. Ὅτι σὺ εἶ Κύριος ὁ Ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν, σφόδρα ὑπερυψώθης ὑπὲρ πάντας τοὺς θεούς. Οἱ ἀγαπῶντες τὸν Κύριον, μισεῖτε πονηρόν· φυλάσσει Κύριος τὰς ψυχὰς τῶν ὁσίων αὐτοῦ, ἐκ χειρὸς ἁμαρ 23.1232 τωλῶν ῥύσεται αὐτούς. Εἰ ἀποστραφέντες, φησι, τὸ