447
πονηρὸν ὅσιοι γένησθε, τότε δὴ συμβήσεται ὑμῖν καὶ τῆς φυλακῆς τῆς παρὰ τοῦ Θεοῦ τυχεῖν, καὶ τῆς τοῦ διαβόλου ῥυσθῆναι χειρός· οὗτος γὰρ ὁ κυρίως ἁμαρτωλός. Ὁ μὲν οὖν τρόπος τῆς πρὸς τὸν Κύριον ἀγάπης τὸ μισεῖν πονηρά· μισθὸς δὲ τούτου τὸ ἔχειν αὐτὸν φυλακὴν τῆς ζωῆς, καὶ κρείττω τῶν ἐπανισταμένων δυσμενῶν γίνεσθαι. Εἶδες ἡλίκα τῆς πρὸς Θεὸν ἀγάπης ἀπολάβομεν; Γινόμεθα δὲ ὅσιοι ἀνακείμενοι αὐτῷ, καὶ φύλακα τὸν Θεὸν τοῦ μεγίστου κτήματος τῆς ἡμετέρας ψυχῆς ἔχομεν· ὥστε μὴ ὑπὸ τὴν χεῖρα καὶ τὴν ἐξουσίαν γενέσθαι τοῦ ἐχθροῦ· Φῶς γὰρ ἀνέτειλε τῷ δικαίῳ, καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη. Εὐφράνθητε, δίκαιοι, ἐν τῷ Κυρίῳ, καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ. ΨΑΛΜΟΣ ΤΩ ∆ΑΥΙ∆ ζʹ. Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησε. Καὶ οὗτος ὁ ψαλμὸς τὴν αὐτὴν ἔχει διάνοιαν· ἑκατέραν γὰρ τοῦ Σωτῆρος ἐπιφάνειαν προθεσπίζει, ἀλλὰ τὰ πλείονα περὶ τῆς δευτέρας διέξεισιν. Εἰκότως δὲ ᾆσμα καινὸν κελεύει προσενεγκεῖν τῷ Θεῷ· ἐπειδὴ τῶν προτέρων πραγμάτων κηρύττει μεταβολὴν, καὶ καινὴν πολιτείαν προαγορεύει. Ὑπερφυᾶ γὰρ καὶ παράδοξα τὰ ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων γενόμενα ἐπὶ σωτηρίᾳ ἡμετέρᾳ. Ὁ γὰρ Σωτὴρ, ἐπιδημήσας τῷ κόσμῳ καὶ χάριτι Θεοῦ ὑπὲρ παντὸς γευσάμενος θανάτου ἐπὶ τῷ ᾆραι τὴν ἁμαρτίαν τοῦ κόσμου, ὡς διὰ τῶν ἑπομένων δηλωθήσεται στίχων, τῶν μεγάλων καὶ ἀποῤῥήτων ἡμᾶς κατηξίωσε μυστηρίων. Ἔσωσε αὐτῷ ἡ δεξιὰ αὐτοῦ, καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ. ∆εξιὰ καὶ βραχίων Θεοῦ διὰ πλειόνων ἀποδέδεικται ὁ Σωτὴρ εἶναι κατὰ τοῦ τῆς δεξιᾶς καὶ τοῦ βραχίονος κειμένου. Σώζει οὖν αὐτῷ τῷ Θεῷ ἡ δεξιὰ αὐτοῦ τοὺς εἰς μακαριότητα ἠρμένους. Οὐ γὰρ πᾶς σωζόμενος Κυρίῳ τῷ Θεῷ σώζεται· ἀλλὰ μόνος καὶ πᾶς ὁ κακῶν καὶ παθῶν κατὰ τὸν ὀρθὸν λόγον ἀπαλλαττόμενος, καὶ τὴν τῆς ἀληθείας γνῶσιν μετ' εὐσεβείας ἀνειληφώς. Ὁ γὰρ ἐκ νόσων καὶ τραυμάτων σωθεὶς οὐ πάντως Θεῷ σώζεται, μάλιστα ὅτε οὐκ ἐπίσταται ἐκ Θεοῦ τὴν ὑγίειαν αὐτῷ δεδόσθαι. Ἅγιος δὲ ὁ βραχίων τοῦ Θεοῦ ἐστιν, οὐ κατὰ μετοχὴν ἁγιότητος τυγχάνων, ἀλλ' ἁγίου Πνεύματος ὢν βραχίων. Καὶ τάχα δεξιὰ μὲν ἡ ἐνεργητικὴ τοῦ Θεοῦ δύναμις, οὐκ ἄλλη τοῦ Θεοῦ Λόγου τυγχάνουσα, καλεῖται, διὰ τὸ δεξιῶς, τουτέστιν ἁγίως, σοφῶς, ἀμέμπτως, ἐπαινετῶς πάντα ποιεῖν· βραχίων δὲ διὰ τὸ ἰσχυρὸν καὶ ὑπερβάλλον τῇ κραταιότητι. Ἐγνώρισε Κύριος τὸ Σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ. Ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ Ἰακὼβ, καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳ Ἰσραήλ. Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ Σωτήριον τοῦ Θεοῦ ἡμῶν. Πάλαι τὸν Ἀβραὰμ ἐν τῷ σπέρματι αὐτοῦ ἐνευλογηθῆναι τὰ ἔθνη ἐπαγγειλάμενος, τὴν τῶν λόγων ἀλήθειαν διὰ τῆς τῶν πραγμάτων ἐκβάσεως ἐπιστώσατο· καὶ ὃ δι' ὅρκου ἐπηγγείλατο παρέξειν ἔλεος, τοῦτο ἔδειξεν εἰς ἔργον ἐκβάν. Κομιδῆ δὲ ταῦτα ἔοικε τοῖς Ἡσαΐου θεσπίσμασι, δι' οὗ ὁ Πατὴρ ἔφη πρὸς τὸν Μονογενῆ· Ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ 23.1233 εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. Ἐπειδὴ γὰρ τοῖς θαυμασίοις πατριάρχαις καὶ τῷ ∆αυῒδ ὑπέσχετο ὁ τῶν ὅλων Θεὸς ἐκ τοῦ σπέρματος αὐτῶν κατὰ σάρκα τὸν Χριστὸν ἀναστήσειν, καὶ σωτηρίαν δι' αὐτοῦ πᾶσιν ἀνθρώποις παρέξειν, διαθήκην ἐκάλεσε τὴν πρὸς τοὺς πατέρας γενομένην ἐπαγγελίαν. Γένος δὲ αὐτοῦ τὸν Ἰσραὴλ κέκληκεν· ἐπειδὴ ἐξ Ἰουδαίων κατὰ σάρκα Χριστός. ∆έδωκά σε τοίνυν εἰς διαθήκην γένους, τουτέστιν, ὥστε πληρῶσαι τὰς πρὸς Ἰουδαίους γεγενημένας συνθήκας· ἀλλ' εἰς φῶς οὐκ ἔτι Ἰουδαίων, ἀλλ' ἐθνῶν· οὗτοι γὰρ διὰ τῆς πίστεως τῆς σωτηρίας μετέλαχον· ἐκεῖνοι δὲ τὸν ζόφον τῆς ἀπιστίας ἠγάπησαν. Τοῦτο καὶ ἐνταῦθα ἔφη ∆αυΐδ· Ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ Ἰακὼβ, ἤγουν