448
τῷ Ἰσραὴλ, τουτέστι τὰς πρὸς ἐκείνους γεγενημένας ἐπαγγελίας ἐπλήρωσε, καὶ εἰς ἔργον ἤγαγε· διὸ εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ Σωτήριον τοῦ Θεοῦ ἡμῶν. Κηρυχθέντος γὰρ τοῦ Εὐαγγελίου ἐν πάσῃ τῇ ὑπ' οὐρανὸν καὶ ἐν πάσῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι, κατὰ τὴν Χριστοῦ χρησμῳδίαν, εἶδον πάντα τὰ πέρατα τῆς γῆς Χριστὸν, τὸ Σωτήριον τοῦ Θεοῦ. Ἀλαλάξατε τῷ Θεῷ, πᾶσα ἡ γῆ, ᾄσατε, καὶ ἀγαλλιᾶσθε καὶ ψάλατε. Ψάλατε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν κιθάρᾳ καὶ φωνῇ ψαλμοῦ, ἐν σάλπιγξιν ἐλαταῖς, καὶ φωνῇ σάλπιγγος κερατίνης. Ἀλαλάξατε ἐνώπιον τοῦ βασιλέως Κυρίου, καὶ τὰ ἑξῆς. Κατὰ μὲν τὸ ῥητὸν, συνάψατε, φησὶ, τοῖς ὕμνοις καὶ ὄργανα ψαλμικά· κατὰ δὲ ἀναγωγὴν, κιθάρα ἡ πρακτική· φωνὴ δὲ ψαλμοῦ ἡ θεωρία. ∆οξάσατε οὖν, φησὶ, τὸν Κύριον διὰ πράξεως καὶ θεωρίας, καὶ πρὸς τὸν ψαλμὸν τὸν διὰ τοῦ ὀργάνου πληττόμενον, ἤγουν τὰς διὰ τοῦ σώματος ἐνεργείας τὰς κατ' ἀρετὴν, καὶ φωνή τις ᾀδέτω ἡ περὶ τῶν πρακτέων θεωρία· κιθάραν γὰρ τὴν τοῦ σώματος πρὸς τὴν ψυχὴν ἁρμονίαν λέγει. Καὶ τοῦτον δὲ τὸν νόμον ἔστιν ἰδεῖν διηνεκῶς ἐν ταῖς ἐκκλησίαις πληρούμενον· τῇ γὰρ πνευματικῇ κιθάρᾳ τὴν θείαν ἀνακρουόμεθα μελῳδίαν. Ποιοῦμεν δὲ καὶ ἡμεῖς λογικὰς κιθάρας τὰ ἡμέτερα στόματα, καὶ χρώμεθα ἀντὶ μὲν χορδῶν τοῖς ὀδοῦσιν, ἀντὶ δὲ χαλκοῦ τοῖς χείλεσι· πλήκτρου δὲ παντὸς ἡ γλῶσσα ὀξύτερον κινουμένη, τὴν ἐναρμόνιον ἀποτελεῖ τῶν κρουσμάτων ἠχήν· κινεῖ δὲ τὴν γλῶτταν ὁ νοῦς, οἷόν τις μουσικὸς μετ' ἐπιστήμης ποιούμενος τὴν ταύτης μετάβασιν. Αὕτη τῷ Θεῷ ἡ κιθάρα τῆς ἀψύχου θυμηρεστέρα. Καὶ μάρτυς αὐτὸς διὰ τοῦ προφήτου βοῶν· Ἀπόστησον ἀφ' ἡμῶν ἦχον ᾠδῶν σου, καὶ φωνῆς ὀργάνων σου οὐκ ἀκούσομαι. Ἐν σάλπιγξιν ἐλαταῖς, καὶ φωνῇ σάλπιγγος κερατίνης. Ἐλαταὶ λέγονται σάλπιγγες οἱ λόγοι τῶν· ἀποστόλων τοῦ Σωτῆρος ἡμῶν διὰ τὸ βεβασανισμένον καὶ πεπυρωμένον τῆς πίστεως αὐτῶν· κεράτιναι δὲ διὰ τὸ πρακτικόν. Βοῶν γὰρ αἱ κεράτιναι σάλπιγγες· βοῦς δὲ ἐργατικὸν ζῶον. Καὶ περὶ τῶν ἀποστόλων δέ φησιν ὁ Παῦλος· Μὴ τῶν βοῶν μέλει τῷ Κυρίῳ; ἢ δι' ἡμᾶς πάντως λέγει. Φωναὶ τοιγαροῦν τῶν ἱερῶν τοῦ Σωτῆρος ἀποστόλων ἐλαταὶ ὁμοῦ καὶ κεράτιναι σάλπιγγες ἐτύγχανον. Κι 23.1236 θάραν δὲ ἄλλως μὴ ὄκνει λέγειν τὸν σύμπαντα τοῦ Χριστοῦ λαὸν ἐκ διαφόρων ψυχῶν ὡς ἐκ πλειόνων χορδῶν ἡρμοσμένον, μίαν τε εὐχὴν καὶ εὐχαριστίαν τῷ Θεῷ ἀναπέμποντα. ΨΑΛΜΟΣ ΤΩ ∆ΑΥΙ∆. Ηʹ. Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοὶ, ὁ καθήμενος ἐπὶ χερουβὶμ, σαλευθήτω ἡ γῆ. Ἀνεπίγραφος παρ' Ἑβραίοις ὁ ψαλμός· εἷς δὲ καὶ αὐτὸς τυγχάνει τῶν εὐαγγελιζομένων τὴν τοῦ Χριστοῦ βασιλείαν. Ἐπεὶ μὲν γὰρ τῷ βασιλεύειν ἁπάντων τῶν ὅλων Θεὸν, οὐδένα ἄν τις ὀργίζεσθαι φαίη, ἐπὶ δὲ τῇ τοῦ Χριστοῦ βασιλείᾳ φησὶν ὁ παρὼν λόγος ὀργίζεσθαι λαούς· φησὶ δὲ τοὺς ἐκ περιτομῆς καὶ τοὺς ἐξ ἐθνῶν ἀπιστοῦντας αὐτῷ. Τίς δέ ἐστιν ὁ Κύριος διασαφεῖ λέγων ἑξῆς· Ὁ καθήμενος ὑπὲρ χερουβίμ. ∆άκνει γὰρ τοὺς ἀπίστους καὶ λυπεῖ ὁ ἐπὶ τῇ σωτηρίᾳ τῶν ἐθνῶν ζῆλος· οὐ γὰρ συνῆκαν τὰς περὶ τῆς βασιλείας αὐτοῦ προφητικὰς φωνάς· Σαλευθήτω ἡ γῆ. Οἵ τε γὰρ πάλαι πολλὰ δυνάμενοι δαίμονες ἐξησθένησαν, ὡς πάσας αὐτῶν τὰς δυνάμεις σαλευθῆναι, καὶ παυσθῆναι τὰς ἐνεργείας· οἵ τε τὴν γῆν οἰκοῦντες ἄνθρωποι, μεταβαλόντες, τῆς πατρῴας πλάνης τὸν ὄλεθρον ἐπέγνωσαν, τὸν Θεὸν Λόγον αὐτῶν Κύριον ἐπιγραψάμενοι. Οὐ μὴν ἀλλὰ καὶ οἱ ἀπιστοῦντες αὐτῷ, μεγάλως ἐσαλεύθησαν, κινούμενοι καὶ καταπληττόμενοι τῆς διδασκαλίας αὐτοῦ τὴν δύναμιν. Τὸ δὲ, καθήμενος, ὡς πρὸς ἀνθρώπους διαλεγόμενος εἴρηκεν. Ἡ γὰρ ἀσώματος φύσις ἀπερίληπτος καὶ ἀπερίγραφος. Κύριος ἐν Σιὼν μέγας, καὶ ὑψηλός ἐστιν ἐπὶ πάντας τοὺς