449
λαούς. Σιὼν ἑρμηνεύεται σκοπευτήριον· οὕτω δὲ ὀνομάζειν ἔθος τὴν θείαν Γραφὴν πᾶν τὸ θεοσεβὲς πολίτευμα, τῶν τὰ ἐπουράνια σκοπούντων τοῦτον δηλουμένων τὸν τρόπον ὁποῖος ἦν λέγων ὁ Ἀπόστολος· Σκοπούντων ἡμῶν οὐ τὰ ἐπίγεια, ἀλλὰ τὰ ἐπουράνια. Παρὰ τούτοις οὖν μέγας ἐστὶν ὁ Κύριος. Ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ, ὅτι φοβερὸν καὶ ἅγιόν ἐστι. Νῦν μὲν ὀργίζονται λαοὶ ἐπὶ τοῦ Σωτῆρος ἡμῶν βασιλείᾳ· ἔσται δέ τις καιρὸς ἐν ᾧ καὶ αὐτοὶ ἐξομολογήσονται τῷ ὀνόματι αὐτοῦ τῷ μεγάλῳ, Ὅτε πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς εἰς δόξαν Πατρός. Καὶ τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ. Ἡ τοῦ βασιλέως τιμή τε καὶ ἀρετὴ εἰκότως μετὰ κρίσεως τοῖς μὲν ἐπίφοβον ποιεῖται τὸ ὄνομα αὐτοῦ, τοῖς δὲ ἅγιον. Εἰ γὰρ οἱ παραβαίνοντες αὐτοῦ τὸν νόμον, δι' αὐτοῦ τοῦ παραβαίνειν ἀτιμάζουσιν αὐτόν· οἱ κατορθοῦντες τὸν θεῖον νόμον δι' αὐτοῦ τοῦ ἐνεργεῖν κατὰ ταὐτὸν τιμῶσι τὸν νομοθετήσαντα αὐτὸν βασιλέα, ἀγαπῶντες τὴν παρ' αὐτοῦ κρίσιν, ἐπιστάμενοι δίκαιον τὸ κρῖμα αὐτοῦ, καὶ ὅτι τεύξονται θείων ἀμοιβῶν, κατὰ τὸ βούλημα αὐτοῦ, εὐσεβῶς καὶ δικαίως πολιτευσάμενοι. Σὺ ἡτοίμασας εὐθύτητας, κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ τὰ ἑξῆς. Μηδεὶς, φησὶ, νομίζοιτο 23.1237 ἕτερον εἶναι τὸν ἐνταῦθα δοξολογούμενον Κύριον τοῦ Θεοῦ τοῦ νομοθετήσαντος ἐν τῇ ἐρήμῳ. Σὺ γὰρ, φησὶ, Κύριε, οὗ τὴν βασιλείαν θεσπίζομεν, αὐτὸς ὢν τυγχάνεις, ὁ καὶ τῷ ἐκ περιτομῆς λαῷ κρίσιν καὶ δικαιοσύνην διαταξάμενος κατὰ τὴν δοθεῖσαν αὐτοῖς νομοθεσίαν, δικαιώματα καὶ κρίματα περιέχουσαν. Σὺ δὲ αὐτὸς καὶ εὐθύτητας ἡτοίμασας κατὰ τὸν τῆς ἀνταποδόσεως καιρὸν ἀποδοθησομένας τοῖς φυλάττουσι τὴν κρίσιν καὶ τὴν δικαιοσύνην. Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ. Ἐπεκαλοῦντο τὸν Κύριον, καὶ αὐτὸς εἰσήκουεν, ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς. Ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ, καὶ τὰ προστάγματα ἃ ἔδωκεν αὐτοῖς. Τὸ, Εἰ ἐπιστεύσατε Μωϋσῇ, ἐπιστεύσατε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε, τῆς οὖν αὐτῆς ἔχεται διανοίας καὶ τὰ προκείμενα. Τοῦτον γὰρ τὸν Κύριον, καὶ οὐχ ἕτερον, φησὶ, τὸν ἐν τῷ παρόντι θεολογούμενον, καὶ Μωϋσῆς καὶ Ἀαρὼν καὶ Σαμουὴλ, καὶ εἴ τις ἕτερος εἴτε προφητῶν, εἴτε ἱερέων, ἐπεκαλοῦντο. Καὶ οὗτος ἦν αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος, καὶ νῦν ἐπὶ πάντας τοὺς λαοὺς ὑψηλὸς ὑπάρχων, καὶ παρὰ πᾶσι τοῖς ἔθνεσι δοξαζόμενος, ὁ κἀκείνων εἰσακούων καὶ λαλῶν αὐτοῖς ἐν στύλῳ νεφέλης. Οὐκ ἄλλως δὲ τῆς τοσαύτης ἀξίας ἔτυχον οἱ δηλωθέντες, εἰ μὴ ὅτι ἐφύλαττον τὰ μαρτύρια αὐτοῦ, καὶ τὸ πρόσταγμα ὃ δέδωκεν αὐτοῖς. Οὕτως οὖν καὶ ἡμῖν διὰ τῆς Καινῆς ∆ιαθήκης ὁ αὐτὸς προστάγματα καὶ ἐντολὰς, καὶ μαρτύρια ἔδωκεν, ἅπερ εἰ φυλάττοιμεν, τῶν ἴσων καὶ αὐτοὶ καταξιωθησόμεθα. Κύριε Θεὸς ἡμῶν, σὺ ἐπήκουες αὐτῶν, σὺ εὐΐλατος ἐγίνου αὐτοῖς, καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν. Σὺ, φησὶν, ὁ ἡμέτερος Κύριος καὶ Θεὸς, ὁ τῶν ἐθνῶν βασιλεὺς, ὁ ὑφ' ἡμῶν κηρυττόμενος, αὐτὸς ἦσθα ὁ καὶ τῶν ἀμφὶ Μωϋσέα καὶ Ἀαρὼν ὑπακούων, καὶ τῆς τοσαύτης ἐκείνοις μεταδιδοὺς παῤῥησίας, ἱλεουμένοις σε ὑπὲρ τοῦ παροργίζοντος λαοῦ, καὶ πολλῆς αὐτοὺς ἀξιῶν εὐμενείας. Εἰ γὰρ καί τισιν ἀσθενείαις περιέπιπτον ὡς ἄνθρωποι, ὡς Μωϋσῆς ἐπὶ τῇ ἀπιστίᾳ τοῦ ὕδατος, καὶ Ἀαρὼν ἐπὶ τῇ μοσχοποιίᾳ, σὺ, ὡς παναγάθου πατρὸς πανάγαθος υἱὸς, ἵλεως αὐτοῖς ἐγίνου, συγγνώμην νέμων τῇ θνητῇ ἀσθενείᾳ. Καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν. Εἰ καὶ ἔδοξάν τι, φησὶν, ἁμαρτάνειν ὡς ἄνθρωποι, ἀλλ' ἐπαίδευες αὐτοὺς ἐν οἷς παιδείας ἐδέοντο. Ἠλέγχετο γὰρ ἐπὶ τοῦ μόσχου ἁμαρτήσας Ἀαρὼν, καὶ Μωϋσῆς ἐπὶ τοῦ ὕδατος τῆς ἀντιλογίας. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ, ὅτι ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Μηδὲν