450
ταπεινὸν, φησὶ, καὶ ἀνθρώπινον περὶ τοῦ Κυρίου φρονεῖτε· ἀλλ' ὑψοῦτε αὐτὸν ὑψηλὰ περὶ αὐτοῦ δοξάζοντες, καὶ τὸ προσῆκον αὐτῷ προσενέγκατε σέβας. Ὄρος δὲ ἅγιον πάλαι μὲν τὸ Σιὼν ἐκαλεῖτο, νῦν δὲ τῆς θεογνωσίας τὸ ὕψος· οὕτω γὰρ καὶ Ἡσαΐας καὶ Μιχαίας ἐθέσπισαν· Ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου· 23.1240 τουτέστιν ἡ τοῦ Θεοῦ γνῶσις πᾶσι δήλη γενήσεται. Οἶδε γὰρ καὶ ὁ Ἀπόστολος νοητὸν ὄρος Σιών· Προσεληλύθατε γὰρ ὄρει Σιὼν καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ. Προστετάγμεθα τοίνυν κατὰ τὴν δοθεῖσαν ἡμῖν ὑπὸ Θεοῦ γνῶσιν προσφέρειν αὐτῷ προσκύνησιν· ὃς καὶ Κύριος ἡμῶν ἐστιν ὡς δούλων, καὶ Θεὸς ὡς πλάστης. Ἀλλ' οὕτω μὲν πνευματικώτερον τὸν ψαλμὸν νοήσαιμεν. ΨΑΛΜΟΣ ΕΙΣ ΕΞΟΜΟΛΟΓΗΣΙΝ. Θʹ. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ. Τουτέστι τὰ ἐπὶ γῆς ἔθνη· καὶ διὰ τούτων κέκληται ἐπὶ ἐξομολόγησιν τῶν προτέρων ἁμαρτημάτων, ἐν οἷς ἐκαλινδοῦντο ὅτε τῇ εἰδωλολάτρῳ προσεῖχον πλάνῃ. ∆ιὸ ἐπιγέγραπται ψαλμὸς Εἰς ἐξομολόγησιν. ∆ουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ, ὑποβαλόντες ἑαυτοὺς τῷ αὐτοῦ ζυγῷ. Ὅμοιον γάρ ἐστι τὸ δουλεύειν αὐτῷ τῷ δουλεύειν φωτὶ, καὶ δουλεύειν ζωῇ καὶ ἀληθείᾳ, καὶ δικαιοσύνῃ καὶ ἁγιασμῷ· πάντα γὰρ ταῦτά ἐστιν ὁ Κύριος. Εἰσέλθετε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει. Εἰ δέ τις μὴ δουλεύοι αὐτῷ ἐν εὐφροσύνῃ, μὴ τολμάτω παριέναι ἐνώπιον αὐτοῦ, ἀνίπτοις ποσὶ παραβάλλων εἰς τὴν Ἐκκλησίαν αὐτοῦ. Γνῶτε ὅτι Κύριος αὐτός ἐστιν ὁ Θεός· αὐτὸς ἐποίησεν ἡμᾶς, καὶ οὐχ ἡμεῖς, λαὸς αὐτοῦ καὶ πρόβατα νομῆς αὐτοῦ. Ὅταν γὰρ γνῶμεν ὅτι αὐτὸς Θεός ἐστιν, αὐτὸς ὁ Κύριος, τὸ τηνικάδε αὐτοῦ τοῦ γινώσκειν ἐνώπιον αὐτοῦ εἰσεληλυθότες, καὶ ποιητὴν ἑαυτῶν ὁμολογήσομεν αὐτόν. Ὅτι δὲ οὐχ ἡμεῖς ἑαυτοὺς ποιοῦμεν, κἂν αἴτιοι δοκῶμεν τυγχάνειν τῆς τῶν παίδων γενέσεως, δῆλον ἐντεῦθεν· ἐκ πατρὸς γὰρ καὶ μητρὸς γενόμενοι Ἰὼβ καὶ ∆αυῒδ, φασὶν ἑκάτεροι, Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με· καὶ πρὸς Ἱερεμίαν αὐτὸς ὁ Θεὸς, Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε. Τῇ γοῦν ἐσφαλμένως λεγούσῃ τῷ ἀνδρὶ, Ἢ δός μοι τέκνα, εἰ δὲ μὴ, ἀπόκτεινόν με, σοφὸς ὢν ὁ ἀνὴρ, δογματικῶς ἐπιτιμᾷ, Μὴ ἀντὶ Θεοῦ σοι εἰμὶ ἐγὼ, ὃς ἐστέρησέ σε καρπὸν κοιλίας; Εἰ γὰρ καὶ δοκοῦσιν οἱ πατέρες ποιεῖν τὰ τέκνα, ἀλλ' οὖν ὁ Θεὸς ταῦτα ποιεῖ· καὶ ὁ μὲν αἴτιος, οἱ δὲ συναίτιοι, ὡς τῷ ἐξ ἀρχῆς αὐτοῦ διακονοῦντες προστάγματι. ∆ιὰ τοῦτο πολλοὶ, καίτοι ἐπιθυμοῦντες παιδοποιεῖν, οὐ δύνανται. Ὁ δὲ Σύμμαχός φησιν, Αὐτὸς ἐποίησεν ἡμᾶς οὐκ ὄντας· ἡμεῖς δὲ λαὸς νομῆς αὐτοῦ καὶ πρόβατα χειρὸς αὐτοῦ ∆ιὰ τούτων οὐ μόνον τὴν δεσποτείαν, ἀλλὰ καὶ τὴν κηδεμονίαν ἐγνώρισεν· οὐ μόνον γὰρ ἡμῶν δεσπότης ἐστὶν, ἀλλὰ καὶ ποιμὴν, τὴν ἀγαθὴν ἡμῶν προσφέρων νομήν. Ἡμεῖς δὲ λαὸς αὐτοῦ, ὡς βασιλέως, πρόβατα δὲ ὡς ποιμένος· λαὸς οἱ κρείττους καὶ λογικώτεροι· πρόβατα οἱ ὑποβεβηκότες, καὶ τὴν ἀλογωτέραν τάξιν ἐπέχοντες, καὶ μὴ ἐν πείρᾳ τῶν θείων ὄντες λογίων· κατὰ τὸ, Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός. Πλὴν ἀλλὰ πάντων Θεὸς ὢν καὶ ποιητὴς, πάντα καλεῖ καὶ ἐξοικειοῦται. Ἀνθρώπους γὰρ καὶ κτήνη σώζει ὁ Θεός· τοὺς μὲν, ὡς λαὸν αὐτοῦ, τὰ δὲ, ὡς πρόβατα χειρὸς αὐτοῦ. 23.1241 Εἰσέλθετε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει, εἰς τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις. Μνημονεύετε, φησὶ, τῶν κακῶν, ἐν οἷς πρῶτον ἐξετάζεσθε, ὅτε μακρὰν ἐτυγχάνετε τοῦ Κυρίου ὑφ' ἑτέροις δεσπόταις πονηροῖς ἀγόμενοι. ∆ιὸ ὡς περιῤῥαντηρίῳ χρώμενοι τῇ τῶν προτέρων ἀσεβημάτων ὁμολογίᾳ εἴσιτε εἰς τὰς πύλας αὐτοῦ θαῤῥοῦντες· ὅτι μετὰ τὰς πύλας, τουτέστι μετὰ τὰς ἀρχὰς καὶ τὰς πρώτας εἰσόδους τῆς τοῦ Θεοῦ δουλείας, εἰς τὰ ἐνδότατα καὶ τὰς αὐλὰς παρελθόντες, οὐκέτι χρήσεσθε τῇ ἐξομολογήσει, ἀλλ' ὕμνοις λοιπὸν τοῖς εἰς αὐτὸν