451
σχολάσετε. Ὥσπερ μέντοι εἰσιέναι δεῖ πρότερον εἰς τὰς πύλας, εἶτα εἰς τὰς αὐλὰς, οὕτως ἐξομολογεῖσθαι πρότερον χρὴ τὰ ἁμαρτήματα, εἶτα ὑμνεῖν τὸν Θεὸν, ἵνα, τῇ ἐξομολογήσει καθαρθείσης τῆς γλώττης, καθαρὸς ὁ ὕμνος προσενεχθείη. Ἐξομολογεῖσθε αὐτῷ. Αἰνεῖτε τὸ ὄνομα αὐτοῦ, ὅτι χρηστὸς ὁ Κύριος· ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, καὶ ἕως γενεᾶς καὶ γενεᾶς ἡ ἀλήθεια αὐτοῦ. ∆ίκαιον, φησὶν, εὐχαριστεῖν καὶ ὑμνεῖν τὸν ἀῤῥήτῳ φιλανθρωπίᾳ χρώμενον, καὶ ταῖς ἀγαθαῖς ὑποσχέσεσιν ἐπιτιθέντα τὸ πέρας. Ἃ γὰρ ἐπὶ τῆς τῶν προγόνων ὑπέσχετο γενεᾶς, ταῦτα ἐπὶ τῆς ἡμετέρας πεπλήρωκε, καὶ ἣν ἐπηγγείλατο σωτηρίαν, ἀληθῶς ἐδωρήσατο· καὶ οὐ παύσεταί ποτε ἡ εἰς ἡμᾶς παρ' αὐτοῦ γενομένη εὐεργεσία, ἥτις ἐστὶν ἀλήθεια, κατὰ τὸ, Ἐμνήσθη διαθήκης αὐτοῦ εἰς τὸν αἰῶνα· ἢ τὸ, Ἐξομολογεῖσθε, ἀντὶ τοῦ, Ὡς ἰατρῷ τὰ τῆς ψυχῆς ἀπογυμνοῦτε τραύματα δι' ἐξομολογήσεως· Θαῤῥοῦντες δὲ τοῦτο πράττετε, δόγμα ἀληθὲς περὶ αὐτοῦ μαθόντες, ὅτι ἀγαθός ἐστι καὶ πολυέλεος καὶ ἀληθινὸς, καὶ κατὰ πᾶσαν γενεὰν ἀληθείας γέμουσιν οἱ λόγοι αὐτοῦ. ΨΑΛΜΟΣ ΤΩ ∆ΑΥΙ∆. Ρʹ. Ἔλεος καὶ κρίσιν ᾄσομαί σοι, Κύριε· ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ, πότε ἥξεις πρὸς μέ; Ἤτοι τὸν σὸν ἔλεον καὶ τὴν σὴν κρίσιν ᾄσομαι, τὸν τρόπον διεξιὼν καθ' ὃν πέφυκας, οὐ πρῶτον κρίνειν, ἔπειτα ἐλεεῖν· ἀλλὰ πρῶτον ἐλεεῖν, ἔπειτα κρίνειν, καὶ μετὰ φιλανθρωπίας καὶ ἐλέους ποιεῖσθαι τὰς ἀποφάσεις. Ἧ ἐγὼ αὐτὸς, ἔλεος ποιῶν καὶ κρίσιν ἐπὶ τοὺς πλησίον, θαῤῥῶ παριέναι ἐπὶ τῷ ᾄδειν σοι καὶ ψάλλειν. Συνιεὶς γοῦν ὅπως χρὴ τοῦτο ποιεῖν, τὰς ἐμαυτοῦ ὁδοὺς ἀμώμους καὶ ἀμέμπτους φυλάττω, πεπεισμένος τοῦτον τὸν τρόπον ἀρεσκόντως σοι δι' ἔργων ἀγαθῶν ψάλλειν. Λοιπὸν οὖν ἧκε πρὸς μὲ, ὦ Κύριε, ἕτοιμον εὑρήσων παρ' ἐμοὶ μονήν· ἐπειδήπερ πάντα μοι τὰ καλὰ παρεσκεύασται, περιμένοντι πότε ἥξεις πρὸς μέ. ∆ιεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου, ἐν μέσῳ τοῦ οἴκου μου. Οὐ προεθέμην πρὸ ὀφθαλμῶν πρᾶγμα παράνομον· ποιοῦντας παραβάσεις ἐμίσησα. Οἱ μὲν πολλοὶ τῶν ἀνθρώπων σχηματιζόμενοι κατὰ τὰς ἀγορὰς σεμνοὶ φαίνονται καὶ ἐπιεικεῖς· ἐν δὲ ταῖς ἑαυτῶν οἰκίαις, οὐκέτι κρύπτοντες τὸν ἑαυτῶν τρόπον, ἐλέγχονται φαῦλοί τινες ὄντες· ἐγὼ δὲ, φησὶν, ἐν ἀκακίᾳ καρδίας μου ἐν μέσῳ τοῦ οἴκου μου ἐπορεύθην, οὐκ ἔχων ἔσωθεν ἐκ τῆς καρδίας μου ἐξιόντας διαλογισμοὺς πονηρούς. Οὐδέποτε γοῦν κατὰ προαίρεσίν τι ἥμαρτον· 23.1244 εἰ δὲ καί τι συνέβη ἀνθρώπινον, ἀλλ' οὐ προθεμένου μου τοῦτο ἐγένετο. Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή. Τὰ τοῦ διαβόλου βουλεύματα, ἅτε μηδὲν εὐθὲς ἔχοντα, σκαμβά τέ ἐστι καὶ διεστραμμένα, ἅπερ οὐδέποτε ἐν τῇ καρδίᾳ εἰσδέδεγμαι, φησίν· εἰδὼς δὲ, ὅτι ὁ κολλώμενος δικαίῳ δίκαιος ἔσται, πάντα διάστροφον ἄνδρα παρῃτούμην συνάπτεσθαί μοι καὶ κολλᾶσθαί μοι. Τὸ γὰρ εὐθὺ τῷ στρεβλῷ συναφθῆναι οὐ δύναται ὡς ἀνάρμοστον. Ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον. Ὁ τέλειος, καρδίαν σκαμβὴν οὐκ ἔχων, εἰς ἢν ἐνεργεῖν ὁ πονηρὸς δύναται, τοῦ Θεοῦ πεπλήρωται· ὥστε τὸν πονηρὸν, μὴ ἔχοντα τόπον παρ' αὐτῷ, ἐκκλίνειν ἀπ' αὐτοῦ· ἐκκλίνοντος δὲ, φησὶν, οὐκ ἐγίνωσκον· τῷ μὴ αἴσθησιν παρουσίας αὐτοῦ ἐσχηκέναι· οὐ γὰρ ἐνθύμημα ἢ ἔργον τῶν αὐτοῦ ἔσχον παρ' ἐμοί. Νοήσεις δὲ ταῦτα καὶ περὶ ἀνθρώπου πονηροῦ, ὅτι οὐδ' ὅτε προσῆλθεν, οὐδ' ὅτε ἀνεχώρει αἴσθησιν ἐλάμβανον, οὕτως ἐν οὐδενὶ μέρει ἐποιούμην τοὺς λοιμοὺς, καὶ οὐδὲν εἰδέναι προσεποιούμην· οὐ γὰρ ἠξίουν εἶναι φίλον αὐτῶν. Ἆρα ὡς ὑπερήφανος; Οὐδαμῶς, φησίν· ἀλλ' εἰδὼς, ὅτι Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαὶ, οὐ συνδιετιθέμην τοῖς πονηροῖς. Τὸν καταλαλοῦντα λάθρα τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Καὶ ἄνθρωπον, φησὶ, καὶ λογισμὸν ὑποβάλλοντά τι πονηρόν μοι κατά τινος