452
ἐξέβαλον ἐκ τῆς καρδίας μου, ὡς κύνα λαθροδήκτην. Ὁ γὰρ σπουδαῖος, ἐν παντί τῳ παῤῥησίαν ἔχειν ἀγαπῶν, ὥσπερ τὰ λάθρα δρώμενα τῷ αἰσχύνης εἶναι ἄξια, παραιτεῖται· οὕτω καὶ τὸ λέγειν ἢ ἀκούειν κατά τινος κρύβδην οὐκ ἀνέχεται· κακοήθους γὰρ καὶ ἀνελευθέρου τὸ χρῆμα, ἐπήρτηται δὲ κίνδυνος τῷ πράγματι, τῆς Γραφῆς λεγούσης· Μὴ ἀγάπα καταλαλεῖν, ἵνα μὴ ἐξαρθῇς· καὶ, Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοὶ, ἵνα μὴ ὑπὸ κρίσιν πέσητε. Τί δέ ἐστι τὸ καταλαλεῖν ὡς ἐν τύπῳ παραδοτέον· οὐ γὰρ τὸ ὁπωσοῦν λέγειν περί τινος καὶ λάθρα ἐκείνου καταλαλεῖν ἐστι· πολλάκις γοῦν ἀγορεύομέν τινα κακῶς ἀπόντα, οὐ καταλαλεῖν αὐτοῦ βουλόμενοι, ἀλλὰ λυπούμενοι διὰ τὸ εἶναι αὐτὸν ἴσως φαῦλον· πειρώμεθα δὲ λέγειν τὰ περὶ αὐτοῦ τοῖς ὡσαύτως ἡμῖν κηδομένοις αὐτοῦ καὶ φροντίζουσιν ἀπὸ διαθέσεως φιλικῆς. Ὁ οὖν οὕτω λέγων κατὰ ἀπόντος, οὐ κατάλαλός ἐστιν· ἀλλὰ σπουδὴν ἔχει σὺν ἡδονῆς κατ' ἐκείνου λέγειν, οὐκ ἀχθόμενος ἐπὶ τῷ τοιαῦτα ἐκεῖνον πεποιηκέναι, ἀλλὰ καὶ χαίρων. Λέγει γοῦν ἐκείνοις τὰ περὶ αὐτοῦ τοῖς μισοῦσιν αὐτὸν, καὶ φανερῶσαι δυναμένοις δι' ἐπαγγελίας ἑτέροις πλείοσι τὰ περὶ αὐτοῦ. Τί δὲ βούλεται προσκείμενον τὸ, λάθρα, φανεροῦ ὄντος, ὅτι πᾶσα κατηγορία λάθρα γίνεται; Ἢ αὐτὸ λέγει τὸ ὂν, ἢ διαιρετέον οὕτω, ὅτι τῶν κατηγορούντων τινὰς, οἱ μὲν κατὰ πρόσωπον παρόντας κακηγοροῦσι, λοίδοροι δὲ οὗτοι καὶ ὑβρισταὶ συνήθως καλοῦνται· ὅμως οὖν τῷ κατά τινος λέγειν κατάλαλοι ἂν εἶεν· οἱ δὲ λάθρα καὶ ἀπόντων τῶν κατηγορουμένων λέγουσι κατ' αὐτῶν. Τὸν ταύτην 23.1245 οὖν ἔχοντα τὴν τάξιν ἐκδιώκειν ὁ ἅγιος λέγει, οὐ τοὺς εἰς πρόσωπον διαλοιδορουμένους. Ἐκεῖνος γὰρ καθ' οὗ αἱ βλασφημίαι ἢ παρὼν ἀπολογήσεται, ἢ ἐλεγχθεὶς ἐπὶ τῷ τοιοῦτος εἶναι, αἰσχυνθήσεται. ∆υνατὸν ἀντιδιαστέλλεσθαι τὴν λάθρα γινομένην καταλαλιὰν πρὸς τὴν ἐπὶ κριτῶν κατηγορίαν. Καὶ γὰρ αὕτη τῷ γένει καταλαλιὰ, ἀλλ' οὐ λάθρα γινομένη. Καρπὸς μὲν οὖν διανοίας ἁγιοπρεποῦς τὸ παραιτεῖσθαι τοὺς πονηρούς· ἐσχάτης δὲ πονηρίας ἀπόδειξις τὸ καταλαλεῖν ἀδελφοῦ, καὶ ταῦτα λάθρα, ἀλλὰ μὴ εἰς πρόσωπον, ἵνα μὴ παρὼν ἀπολογήσηται ὁ κατηγορούμενος· ὡς ὅ γε ἐφ' ἡμῶν ἑτέρου καταλαλῶν, οὗτος οὐδὲ ἡμῶν καταλαλεῖν ἐφ' ἑτέρων ἀφέξεται. Ὅθεν χρὴ τὸν τοιοῦτον ὡς κοινὸν ἐχθρὸν εἰκότως ἐλαύνεσθαι, ὡς τὸν ἐν παραδείσῳ μιμούμενον δράκοντα, ὃς τοῦ Θεοῦ καταλαλήσας τὴν Εὔαν ἠπάτησεν. Ἡμεῖς δὲ μήτε λέγωμεν κακῶς, καὶ τοῖς λέγουσιν ἀκοὴν μὴ παράσχωμεν. Ἀκοὴν δὲ, φησὶ, ματαίαν μὴ παραδέξῃ· οὐκ εἶπε, μὴ πιστεύσῃς, ἀλλὰ, μὴ παραδέξῃ. ∆ιὸ καὶ ὁ Προφήτης, Ἐξεδίωκον, φησὶ, τὸν καταλαλοῦντα· οὐκ εἶπεν· Οὐκ ἐπίστευον, ἢ, Οὐ παρεδεχόμην τὰ λεγόμενα· ἀλλὰ καὶ ὡς ἐχθρὸν ἀπήλαυνον. Εἰπὲ πρὸς τὸν καταλαλοῦντα, Ἔχεις ἐπαινέσαι τινὰ, ἀνοίγω τὰς ἀκοὰς, ἵνα δέξωμαι τὰ μύρα· κακῶς θέλεις εἰπεῖν, ἀποφράττω τὴν εἴσοδον τοῖς ῥήμασιν· οὐ γὰρ ἀνέχομαι κόπρον καὶ βόρβορον δέχεσθαι. Ἐπιστόμιζε τὸν καταλαλοῦντα ἐν ἀκοαῖς σου, ἵνα μὴ διπλῆν ἁμαρτίαν σὺν αὐτῷ ἁμαρτάνῃς, καὶ σαυτὸν ὀλεθρίῳ πάθει ἐθίζων, κἀκεῖνον κατὰ τοῦ πλησίον φλυαρεῖν οὐκ ἀνακόπτων. Μὴ δῴης τὴν ἀκοήν σου τῇ γλώσσῃ τοῦ καταλάλου, μηδὲ τὴν γλῶσσάν σου τῇ ἀκοῇ τοῦ φιλοψόγου, ἡδέως λαλῶν ἢ ἀκούων κατὰ τοῦ πέλας, ἵνα μὴ ἐκπέσῃς τῆς ἀγάπης, καὶ ἀλλότριος εὑρεθῇς τῆς αἰωνίου ζωῆς. ∆ιαφέρει δὲ τὸ κατακρῖναι, τὸ ἐξουδενῶσαι, καὶ τὸ καταλαλῆσαι. Καταλαλῆσαι γάρ ἐστι τὸ εἰπεῖν κατά τινος, οἷον, ὅτι Ἐψεύσατο ὁ δεῖνα, ἢ, ὠργίσθη, ἢ ἐπόρνευσεν, ἤ τι τοιοῦτον· ἐλάλησε γὰρ ἐμπαθῶς τὸ ἁμάρτημα τοῦ ἀδελφοῦ. Κατακρῖναι δέ ἐστι τὸ εἰπεῖν, ὅτι Ὁ δεῖνα ψεύστης ἐστὶ, πόρνος, ὀργίλος· ἰδοὺ γὰρ κατέκρινεν αὐτὴν τὴν διάθεσιν τῆς ψυχῆς αὐτοῦ, καὶ ἀπεφήνατο καθ' ὅλου τοῦ βίου αὐτοῦ λέγων, ὅτι τοιόσδε ἐστίν· ἄλλο γάρ ἐστι τὸ εἰπεῖν, Ὠργίσθη, καὶ ἄλλο τὸ, Ὀργίλος ἐστίν. Ἐξουδενῶσαι δέ ἐστι τὸ οἱονεὶ