453
βδελύσσεσθαι τὸν πλησίον, καὶ σικχαίνεσθαι ὡς ἀηδῆ τινα· ὃ καὶ τοῦ κατακρῖναι ὀλεθριώτερον. Οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν. Ἄνω μὲν περὶ φίλου ὑπερηφάνου ἔλεγεν· ἐνταῦθα δὲ περὶ ὑπηρέτου φησὶν, ὅτι Οὐδένα τῶν ὑπεροψίᾳ χρωμένων σύνοικον ἔχειν ᾑρούμην, οὐδὲ πρωτείων καὶ παῤῥησίας ἠξιοῦτο παρ' ἐμοὶ, ὡς τοῦ ἐν μέσῳ τῆς οἰκίας παῤῥησίαν καὶ ἐλευθερίαν ἔχοντος· ἐν ὄψεσι γὰρ δεσπότου ὁ τοιοῦτος. Ποιεῖν δὲ ὑπερηφανίαν ἐστὶ τὸ μετὰ ἀλαζονείας ἐνεργεῖν. Λέγοι δ' ἂν, καὶ ὅτι· Οὐ κατῴκει ἐν τῇ καρδίᾳ μου λογισμὸς ὑποβάλλων ὑπερηφανίαν. Λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου. Συντό 23.1248 μως εἰπεῖν, πᾶσαν ἀδικίαν ἀπεστρεφόμην, οὐδὲ τὴν μέχρι λόγων ὑπομένων· ὁ γὰρ λαλῶν ἄδικα οὐδὲν ἤνυεν, οὐκ εὐωδοῦτο ἐνώπιόν μου, οὐ κατώρθου ἃ ἐσπούδαζεν. Εἰς τὰς πρωΐας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀδικίαν. Τὸ ἀκριβὲς καὶ ἀπλανὲς καὶ νηφάλιον τῆς δίκης παρίστησιν· ὅτι οὔτε θυμὸς, φησὶν, οὔτε μέθη τὴν ἀναίρεσιν ὑπετίθετο· ὁ μὲν γὰρ θυμὸς εἰ καὶ τῇ χθὲς ἡμέρᾳ παρώξυνεν, ἀλλὰ διὰ τοῦ μήκους τῆς νυκτὸς ἐμαλάσσετο· ἡ δὲ μέθη, κἂν ὀψίας πολλὴ προσεγένετο, διὰ τοῦ ὕπνου ἱκανῶς ἐλεπτύνετο. Καθαρᾷ οὖν καὶ χειρὶ καὶ γνώμῃ κατὰ τῶν εἰς Θεὸν ἁμαρτανόντων ἐξωπλιζόμην, μήτε τῆς ἐξ οἴνου γνώμης, μήτε τῆς ἐκ θυμοῦ σφαλλούσης τὸν λογισμόν. Τοὺς δὲ ἁμαρτωλοὺς ἀπέκτεινον οὐχ ἁπλῶς ἁπάσης τῆς γῆς, ἀλλὰ τῆς ὑπ' ἐμέ· καὶ πάντας δὲ οὐχ ἅμα, ἀλλὰ νῦν μὲν τοῦτον, νῦν δὲ ἐκεῖνον. Μᾶλλον δὲ τοῦτο παντί που δῆλον, ὅτι ἐν αἰνίγματι κεκαλυμμένως εἴρηται· οὐ γὰρ ὅτι καθ' ἑκάστην ἀρχὴν τῆς ἡμέρας αἵματι ἀνθρώπων τὰς χεῖρας ἐμολυνόμην, οὐ τοῦτό φησιν ὁ λόγος· τοῦτο γὰρ πρὸς τῷ ἐναγεῖ ἔτι καὶ τὸ ἀπίθανον ἔχει. Πῶς γὰρ πάντων ἠδύνατο καθ' ἑκάστην πρωΐαν αὐτόχειρ γίνεσθαι τῶν ἁμαρτωλῶν τῆς γῆς; Οὐ γὰρ περιγίνεσθαι πάντων δυνατὸν ἕνα, πολλῶν τῶν ἐξαμαρτανόντων εἰς τὸ εἰκὸς ὄντων· καὶ εἰ πολέμῳ αὐτῶν κατεκράτησεν, ἐν μιᾷ ἂν ἀπέκτεινε πρωΐᾳ τοὺς σύμπαντας, ἀλλ' οὐχὶ καθ' ἑκάστην πρωΐαν αὐτόχειρ αὐτῶν ἐγίνετο. Τί οὖν τοῦτό ἐστι; Συνετώτερον τῶν λεγομένων ἀκούσωμεν, ἵνα μὴ κατηγορήσωμεν ἐπὶ ψεύδει τῶν προφητικῶν λογίων, ὃ μὴ θέμις. Πόλις τοῦ Κυρίου ἡ σύστασίς ἐστι τῆς ἀνθρωπίνης κατασκευῆς· ἁμαρτωλοὶ δὲ γῆς, περὶ ὧν φησιν ὁ Σωτὴρ, ὅτι Ἔσωθεν ἐκ τῆς καρδίας ἐξέρχονται λογισμοὶ πονηροὶ, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαὶ, ψευδομαρτυρίαι, βλασφημίαι. Ταῦτά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον. Τούτους δὴ τοὺς ἐκ τῆς γῆς ἁμαρτωλοὺς, τουτέστι τοὺς ἐκ τῆς γηΐνης σαρκὸς προϊόντας, καθ' ἑκάστην ἔννοιαν τὴν περὶ Θεοῦ ἐξαφανίζει ἐκ τῆς ἰδίας συστάσεως ὁ ἑαυτῶν ἐκκαθαίρων. Πρωΐα οὖν καὶ ὄρθρος ἐν ψυχῇ καθ' ἑκάστην ἀνατολὴν σωτηρίου δόγματος γίνεται, ἐν ᾗ ἐξαφανίζεσθαι δεῖ πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν λογισμούς. Εἰ γὰρ μὴ τὰ πρῶτα πρὸς πονηρίας κινήματα τῆς ψυχῆς ἐκτμηθείη, ἀνάγκη εἰς ἔργον προχωρῆσαι τὰς ἐνθυμήσεις· οἷον γῆς ἁμαρτωλός ἐστιν ὁ τὴν μοιχείαν ὑποβάλλων λογισμὸς, ὅστις ἐνεργεῖ τὸ ἐμβλέψαι γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς· οὗτος ἐὰν μὴ ἀποκτανθῇ ἐκ τῆς ψυχῆς, οἱονεὶ ξίφει τινὶ τῷ τμητικῷ λόγῳ καὶ ἀφανιστικῷ τῶν παθῶν, καὶ τοῦτο γένηται ἐν πρωΐᾳ, τουτέστι κατὰ τὴν εἰς τὸ φανερὸν ἀποκάλυψιν (πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστι), μετὰ τὴν ἐν καρδίᾳ μοιχείαν, καὶ ἐπὶ τὴν μείζονα ταύτης ἁμαρτίαν προάξει τὸν ἄνθρωπον, πρὸς τὴν διὰ 23.1249 τοῦ σώματος ἐνέργειαν αὐτὸν ἐκκαλούμενος. Τοῦτο οὖν λέγει ∆αυῒδ ὅτι, Τοὺς ἁμαρτωλοὺς καὶ ἐμπαθεῖς λογισμοὺς τοὺς ἐκ τοῦ γεώδους σώματος φυομένους ταῖς ἑωθιναῖς προσευχαῖς καὶ τῇ πρὸς Θεὸν προσεδρίᾳ ἐκόλαζον· καὶ τῷ φωτὶ τῆς γνώσεως καὶ τῇ δι' ἐξομολογήσεως φανερώσει διέκρινον καὶ ἐξωλόθρευον τὰ τοῦ σώματος πάθη, καὶ τοὺς ἀνομοῦντας λογισμοὺς ἐκ