454
τῆς καρδίας μου. Αὕτη γάρ ἐστιν ἡ πόλις τοῦ Κυρίου, ὡς οἶκος τοῦ ἁγίου Πνεύματος, κατὰ τό· Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις· ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ. ∆εδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ. Οὐκοῦν ἐπειδὴ πληγή ἐστιν, ὡς ἀληθῶς, κατὰ τῶν ἀρετῶν ἡ τῆς κακίας εὐημερία, καλῶς ἔχει τὸν προφητικὸν ζηλώσαντας λόγον πρωΐαν ἑαυτοῖς ποιεῖν, διὰ τὸ ἀποκτεῖναι πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου, ψυχὴ δὲ ἡ πόλις, πάντας τοὺς λογισμοὺς τοὺς ἐργαζομένους τὴν ἀνομίαν, ὧν ὁ ὄλεθρος ζωὴ γίνεται τῶν ἀμεινόνων, κατὰ τὸ, Ἐγὼ ἀποκτενῶ καὶ ζῇν ποιήσω· πατάξω, κἀγὼ ἰάσομαι, καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου. Νεκρουμένων γὰρ τῶν μελῶν τῶν ἐπὶ τῆς γῆς, ὑπωπιαζομένου τε καὶ δουλαγωγουμένου τοῦ σώματος, αἱ ἐκ τῆς σαρκὸς τῶν ἁμαρτημάτων ἀφορμαὶ οὐχ οἷαί τέ εἰσιν ἐγεῖραι λογισμοὺς τῇ ψυχῇ τοὺς σπεύδοντας δι' ἡδονῆς ἀπόλαυσιν τὴν ἀνομίαν ποιεῖν· καὶ λοιπὸν ζῶσι τὰ κρείττονα. ∆εῖ τοίνυν ἡμᾶς μὴ μόνον παθῶν εἶναι σωματικῶν φονευτὰς, ἀλλὰ καὶ τῶν κατὰ ψυχὴν ἐμπαθῶν λογισμῶν ὀλετῆρας. Ἁμαρτωλοὶ γὰρ γῆς τὰ τοῦ σώματος πάθη, ἐργαζόμενοι δὲ ἀνομίαν ἐκ πόλεως Κυρίου ἐξολοθρευόμενοι, τῆς ψυχῆς οἱ ἀνομοῦντες λογισμοί. Κατὰ δὲ τὸ ῥητὸν, Ἀπέκτεινον, φησὶ, τοὺς ἁμαρτωλοὺς, χάριν τοῦ ἐξολοθρεῦσαι τοὺς παρανομοῦντας, ἵνα τὴν ἀποτομίαν τῆς κολάσεως ἡ παρανομία βλέπουσα συσταλῇ καὶ ἀφανισθῇ. Ἡ δὲ πρωΐα τὸ σπουδαῖον δηλοῖ κατὰ τὸ τάχος· νόμιμος δὲ ἡ τῶν πονηρῶν ἐξαίρεσις· Ἐξαιρεῖτε γὰρ, φησὶ, τὸν πονηρὸν ἐξ ὑμῶν.
ΠΡΟΣΕΥΧΗ ΤΩ ΠΤΩΧΩ, ΟΤΑΝ ΑΚΗ∆ΙΑΣΗ, ΚΑΙ ΕΝΑΝΤΙΟΝ ΚΥΡΙΟΥ ΕΚΧΕΗ ΤΗΝ ∆ΕΗΣΙΝ ΑΥΤΟΥ. ΡΑʹ.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, καὶ ἡ κραυγή μου πρὸς σὲ ἐλθέτω. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, καὶ τὰ ἑξῆς. Ἐπειδὴ ἡ ἐπιγραφὴ ἔχει, Προσευχὴ τῷ πτωχῷ, ὅταν ἀκηδιάσῃ, καὶ ἐναντίον Κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ, νοήσεις τὸν ἐνταῦθα λεγόμενον πτωχὸν, συμβάλλων αὐτὸν τῷ μακαριζομένῳ, κατὰ τό· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Ἁρμόσειε δ' ἂν τῷ ἀκηδιῶντι πτωχῷ καὶ τό· Μακάριοι οἱ κλαίοντες καὶ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. Πᾶς τοιγαροῦν τῷ Θεῷ ἀνακείμενος, πτωχεύων ἐν τοῖς τοῦ βίου πράγμασι· παρὰ δὲ Θεῷ πλουτῶν, ἀκηδιᾷ λυπούμενος, ἢ, ἀθυμίᾳ, κατὰ τὴν τοῦ Συμμάχου ἑρμηνείαν, κατέχεται, ἐπὶ τῇ τῶν πολλῶν κακίᾳ καὶ ἀπωλείᾳ· οἷος ἦν ὁ λέγων· Οἴμοι, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ γῆς, 23.1252 καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει· πάντες εἰς αἵματα δικάζονται, ἕκαστος τὸν πλησίον αὐτοῦ ἐκθλίβουσιν ἐκθλιβῇ· καὶ ὁ εἰπών· Οὐκ ἔστι ποιῶν χρηστότητα. Πλὴν ἐπὶ τούτοις ὁ πτωχὸς ἀκηδιῶν καὶ ἀθυμῶν, φάρμακον τοῦ πάθους θεραπευτικὸν περινοεῖ ἑαυτῷ· τοῦτο δὲ ἦν ἡ πρὸς τὸν Θεὸν εὐχὴ, ἣν μόνην εἶχε παραμυθίαν, δι' ἧς ἐξαπλῶν αὐτοῦ τὴν ψυχὴν, καὶ σύμπαντας ἑαυτοῦ τοὺς λογισμοὺς προσφέρων ἐνώπιον τοῦ Θεοῦ, λέγεται ἐνώπιον Κυρίου ἐκχέειν τὴν δέησιν αὐτοῦ, ἢ, τὴν λογοποιίαν ἑαυτοῦ, κατὰ τὸν Σύμμαχον. Ἀλλὰ καὶ ὁ κατὰ Θεὸν πτωχὸς, τουτέστιν ὁ τῶν προφητῶν χορὸς, λύπης πεπληρωμένος ἐπὶ τῇ τοῦ προτέρου λαοῦ καταστροφῇ, προσέρχεται τῷ Κυρίῳ, τὰς ὑπὲρ τοῦ λαοῦ ἀναπέμπων δεήσεις μετὰ νηστείας καὶ δακρύων, ὅπως ἂν καὶ αὐτὸς ὁ λαὸς οἰκτειρηθῇ. Ἐν ᾗ ἂν ἡμέρᾳ θλίβωμαι κλῖνον πρὸς μὲ τὸ οὖς σου. Ἐνταῦθα εἰρήσθω τὸ τοῦ Ἡσαΐου· Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου, ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν. Χρὴ δὲ ἄρα καὶ πρὸ τοῦ θλίβεσθαι, ταῖς ἱκετηρίαις σχολάζειν, καὶ μὴ μόνον ἐν τοῖς περιστατικοῖς καιροῖς. Ὁ