455
μέντοι ἅγιος εὔχεται οὐχ ὅπως μὴ θλίβῃ, ἀδύνατον γὰρ τοῦτο, ἀλλ' ὅπως θλιβόμενος μὴ ἡττηθῇ, καὶ ὅπως τῇ ἐλπίδι χαίρων ὑπομένῃ τὰς θλίψεις καὶ καυχώμενος ἐν αὐταῖς. Ἡ γὰρ θλίψις τὴν ἐλπίδα διὰ τῆς ὑπομονῆς καὶ δοκιμῆς γεννᾷ. Ἐπάκουσον οὖν μου, φησὶν, ἐν ᾗ ἂν ἡμέρᾳ θλίβωμαι, ἐπικλίνας μου τὴν φιλάνθρωπον ἀκοήν. Κλίνειν δὲ ὁ Θεὸς τὸ οὖς αὐτοῦ λέγεται, ὡς οὐκ ἐφικνουμένης τῆς ἀνθρωπίνης δυνάμεώς τε καὶ κραυγῆς φθάνειν ἐπὶ τὸ ὕψος τῆς αὐτοῦ θεότητος· διόπερ αὐτὸς ὑποκατιὼν τῆς αὐτοῦ μεγαλειότητος ὑποκλίνει τὴν ἀκοὴν τοῖς καταξιουμένοις εἰσακούεσθαι. Τὸ δὲ, Ἐν ᾗ ἂν ἡμέρᾳ θλίβωμαι, ἀντὶ τοῦ, Μὴ νῦν μόνον, ἀλλὰ παρ' ὅλην ζωὴν, πλέον δὲ ἐν θλίψεσι· τότε γὰρ μάλιστα χρεία βοηθείας. Ἢ τάχα οὐχ ὡς περὶ μελλούσης θλίψεως, ἀλλ' ὡς ἐνεστώσης εἴρηται. Βούλεται γὰρ εἰπεῖν ὅτι, ἐπεὶ αὕτη ἐστὶν ἡ ἡμέρα ἧς οὐκ ἔστιν ὑπενεγκεῖν τὴν βαρύτητα, κάμφθητι καὶ ταχεῖαν δὸς τὴν βοήθειαν. Ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ ἐπάκουσόν μου. Καὶ τί τὸ κατεπεῖγον; αἰτία δὲ τίς, ἢ ποία τῆς ταχύτητος; Ὅτι ἐξέλιπον αἱ ἡμέραι μου ὡσεὶ καπνός· τὸ ὀλιγοχρόνιον καὶ ἀνυπόστατον διὰ τοῦ καπνοῦ δηλοῖ. Καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγησαν. Ἐπλήγην ὡσεὶ χόρτος, καὶ ἐξηράνθη ἡ καρδία μου, ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου. Ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου. Τὰ συμβάντα τῷ λαῷ οἰκειοποιεῖται ὁ προφητικὸς χορὸς, ἢ καὶ ὁ ∆αυΐδ· καὶ δείκνυσιν ὅτι πᾶσα δύναμις αὐτῶν, δι' ἧς συνειστήκει τὰ τῆς κατὰ νόμον λατρείας, διεφθάρη καὶ ἀπόλωλεν. Ἦν δὲ ταῦτα ἡ ἀρχιερωσύνη, ὁ ναὸς, αἱ διὰ τῶν θρεμμάτων θυσίαι, καὶ ἡ αὐτονομία τοῦ ἔθνους. Ὑψηλότερον δὲ ὁ κατὰ Θεὸν πτωχὸς πρῶτον αὐτοῦ κατόρθωμα διδάσκει τὸ ἐκλελοιπέναι καπνοῦ δίκην τὰς τῆς προσκαίρου ζωῆς ἡμέρας αὐτοῦ, ἀδόξως καὶ ἀφανῶς αὐτὰς διεξάγοντος. Νοήσεις δὲ τοῦτο ἀφ' ὧν ὁ Ἰώβ φησιν· Ὅτε ηὔγει 23.1253 ὁ λύχνος ὑπὲρ κεφαλῆς μου· ὅτε ἤμην ὑλώδης λίαν. Ηὔγει αὐτῷ ὁ λύχνος τότε ἐν εὐθηνίᾳ ὑπάρχοντι· ὅτε δὲ πάντα αὐτῷ τὰ ὑπάρχοντα διαπεπτώκει, εἶπεν ἂν καὶ αὐτός· Ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου. Τοιοῦτος δέ ἐστιν ὁ κατὰ Θεὸν πτωχὸς, ἀδόξως καὶ ἀφανῶς τὰς ἡμέρας αὐτοῦ τῆς προσκαίρου ζωῆς διεξάγων. Εἶτα ἀσιτίαις ἑαυτὸν καὶ κακώσεσιν ὑποβάλλων, ἐν λιμῷ καὶ δίψει κατατρύχει καὶ καταφρύγει. Καὶ ἐπεὶ πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου, μαραίνων ἑαυτοῦ τὴν σάρκα φησὶν, Ἐπλήγην ὡσεὶ χόρτος. Ὁ δὲ ἀληθὴς στεναγμὸς, ὃς καὶ φωνὴν ἔχει ἀκουομένην παρὰ Θεοῦ, τήκει τὸ σῶμα, καὶ τῆς σαρκὸς ἐργάζεται νέκρωσιν, ὥστε τὸν ἔσω ἀνακαινοῦσθαι ἄνθρωπον. Ἐπιβαλεῖς δὲ καὶ ὧδε· Ἐκλείπει καπνὸς πυρὸς σβεννυμένου· ὑφεστηκὼς εἰς ὅσον ἐνεργεῖ τὸ πῦρ ᾧ αὐτὸς παρακολουθεῖ. Ἵν' οὖν, φησὶ, καὶ αἱ ἡμέραι μὴ ἐκλείπωσιν. Οὐ γάρ μοι πρὸς καλοῦ ἔσται τὸ σβεσθῆναι τὸ φῶς ἀπ' ἐμοῦ τὸ ποιητικὸν τῶν ἡμερῶν μου· παράγαγε τὰ θλιβερά. Εἰ γὰρ ἐπιμένοιεν, αἴτια γενήσονται τῆς ἐκλείψεως τῶν ἡμερῶν μου, ἀλλὰ καὶ τὰ ὀστᾶ μου ἔτι μᾶλλον συμφρύξοιεν παραμένοντα, τουτέστι, τὰς εὐτόνους καὶ στεῤῥοτάτους τῆς ψυχῆς δυνάμεις, αἳ καὶ συμφρύγονται ὑπὸ τῆς τῶν ψυχικῶν παθῶν πυρώσεως. Ξηρανθῆναι δὲ αὐτῷ τὴν καρδίαν φησὶν, οὐδὲν ἱλαρὸν οὐδ' ἐφ' ᾧ ἐστιν ἔχειν θυμηδίαν κεκτημένην. Γέγονε γὰρ ἐν τοῖς προκειμένοις περιστατικοῖς τοσοῦτον, ὡς μηκέτι οἷόντε εἶναι τὸν κατάλληλον καὶ ἁρμόδιον τῇ τιμιωτέρᾳ αὐτῇ οὐσίᾳ ἄρτον τρέφεσθαι· τούτου γὰρ τοῦ ἄρτου μεταλαμβάνειν ἔστι, μὴ περιελκόμενον, μηδὲ θολούμενον ὑπὸ τῶν ἐκτός. Εἰς τοσοῦτον δέ φησι μὴ τεθράφθαι τοῦτον τὸν ἄρτον, ὡς καὶ λήθην ἔχειν τοῦ ποτε αὐτοῦ γεγεῦσθαι. Πάνυ δὲ στενάζων διὰ τὰ παρόντα ἐπίπονα, τοσοῦτον ἀφίημι ἐπιτεταμένον καὶ συνεχῆ στεναγμὸν, ὡς ἐκ τῆς φωνῆς μου μετὰ ὀλολυγῆς γινομένης κολληθῆναι καὶ τρόπον τινὰ ἑνωθῆναι τὸ ὀστοῦν μου τῇ σαρκί μου, διὰ τὴν πολλὴν ξηρασίαν ἀναποθείσης πάσης τῆς παρεσπαρμένης τῷ σώματί