457
θυμοῦ σου, ὅτι ἐπάρας κατέῤῥαξάς με. Τὰ συμβεβηκότα τῷ λαῷ καὶ τῷ τόπῳ ἰδιοποιεῖται διδάσκων, ὅτι 23.1257 εἰς μέγα δόξης ἀρθέντα τὸν λαὸν, ὡς Θεοῦ λαὸν χρηματίσαι, τόνδε τὸν οἶκον Θεοῦ ὀνομασθῆναι διὰ τὸ ἐν αὐτῷ ἁγίασμα. Ἐπάρας καὶ τιμήσας ὁ Θεὸς ἐφαμίλλως τῇ εἰς ὕψος ἀρθείσῃ αὐτῶν δόξῃ, εἰς τὸ ἐναντίον παραγαγὼν, κατέῤῥαξε· τὸν μὲν τόπον πολιορκίᾳ παραδοὺς καὶ παντελεῖ ἐρημίᾳ, τὸν δὲ λαὸν αἰχμαλωσίᾳ. Αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν, κἀγὼ ὡσεὶ χόρτος ἐξηράνθην. Πᾶσα γὰρ σὰρξ χόρτος, καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου. Πάλιν κοινοποιούμενος τὸν περὶ τοῦ λαοῦ λόγον, ἐπιλέγει· Καὶ ἐγὼ ὡσεὶ χόρτος ἐξηράνθην. Σὺ δὲ, Κύριε, εἰς τὸν αἰῶνα μένεις, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν. Τὰ μὲν θνητὰ, φησὶ, καὶ ἀνθρώπινα τοιαῦτα, οἷα καὶ δεδήλωται, τυγχάνει, εὐμετάβολα καὶ ἀνώμαλα, οὐδέποτε ἐπὶ τοῖς αὐτοῖς μένοντα· ἀλλ' ἐπαιρόμενα, καὶ καταῤῥηγνύμενα, ὑψούμενά τε καὶ ταπεινούμενα, καὶ παντοίας τροπὰς καὶ μεταβολὰς ὑπομένοντα διὰ τὴν ἐν ἀνθρώποις πολιτευομένην κακίαν· σὺ δὲ, Κύριε, οὐδὲν ἔχων θνητὸν οὐδὲ ἐπίκηρον, εἰς τὸν αἰῶνα μένεις, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχων, ὡς ἀΐδιος καὶ ἀναλλοίωτος, καὶ τὰ ἅπαξ ὑπὸ σοῦ σαλευθέντα, καὶ ἐν ἐπαγγελίᾳ θεσπισθέντα μένει εἰς μνημόσυνον ἀΐδιον, ἢ κἂν μὴ τῇ παρούσῃ γενεᾷ, ἀλλὰ τῇ ἐρχομένῃ κατὰ τὴν ψαλμῳδίαν. Καὶ τοῦτο οὖν σε μάλιστα ἐπικάμψαι ὀφείλει, ∆έσποτα, ὅτι ἐγὼ μὲν καὶ τὴν φύσιν τοιαύτην ἔχω ἐπίκηρον καὶ ὀλιγοχρόνιον, καὶ συμφοραῖς συνεζύγην τοσαύταις· σὺ δὲ αἰώνιος καὶ ἀθάνατος, ὥστε μεταβολήν τινα τῶν παρόντων κακῶν ῥᾳδίως ἄν μοι χαρίσαιο. Τοῦτο γὰρ ἐπιφέρει· Σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιὼν, ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτὴν, ὅτι ἥκει καιρός. ∆ὸς, φησὶν, ἀμείνω μεταβολὴν τῆς συμφορᾶς· ὁ γὰρ καιρὸς τὸν ἔλεον ἀπαιτεῖ· συντετέλεσται γὰρ ὁ τῆς ταλαιπωρίας ἡμῶν χρόνος. Αἰνίττεται δὲ διὰ τούτων τῆς τοῖς οʹ ἔτεσι περιωρισμένης τιμωρίας καὶ αἰχμαλωσίας τὸ τέλος. Οὕτω καὶ ὁ θαυμάσιος ∆ανιὴλ ἀριθμήσας τῆς αἰχμαλωσίας τὸν χρόνον προσφέρει τὴν ἱκετηρίαν, καὶ συνᾴδει τούτοις τῆς πνευματικῆς μελῳδίας τὰ ῥήματα. Καὶ ὁ Ζαχαρίας δὲ προσευχόμενος ἔλεγε· Κύριε παντόκρατορ, μέχρι πότε οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλὴμ, καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖδες; τοῦτο ἑβδομηκοστὸν ἔτος. Προφητεύεσθαι δὲ ἐνταῦθα οἶμαι καὶ τὴν ἐν ἀνθρώποις Χριστοῦ ἐπιφάνειαν, αἰτίαν ἐσομένην τοῦ ἀνοικοδομηθῆναι τὴν Σιὼν, τουτέστι τοῦ ἀνεῳχθῆναι τὸ τῆς εὐσεβείας πολίτευμα. Τίς δὲ ὁ πολύευκτος καὶ τριπόθητος καιρὸς, ἐν ᾧ πληρωθῆναι λέγεται τὰ παρὰ τῆς Σιὼν ἐπηγγελμένα; Ὁ τῆς ἀναστάσεώς σου, Κύριε. Ἐπεὶ γὰρ τὴν τοῦ κόσμου ἁμαρτίαν ἆραι ἐλήλυθας· οὐκ ἔδει δὲ τὸν τηλικοῦτον ὑπὲρ ὀλίγων ἁμαρτωλῶν ἐλθεῖν καὶ παθεῖν· ὅτε ἐνέστη ὁ χρόνος, καθ' ὃν εἴρηται ὅτι, «Πάντες ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, τότε ὑπὲρ παντὸς ἐγεύσω θανάτου.» 23.1260 Ὅτι εὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς, καὶ τὸν χοῦν αὐτῆς οἰκτειρήσουσι. Καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομά σου, Κύριε, καὶ πάντες οἱ βασιλεῖς τὴν δόξαν σου. Εἰκότως δὲ μεταξὺ τοῦ εὐδοκεῖσθαι τοὺς λίθους τοῦ προτέρου λαοῦ τὴν τῶν ἐθνῶν ἐπισυνάπτει κλῆσιν, καὶ λευκότερον παρίστησιν, ὅτι τὸν σωτήριον ἀναλήψονταί ποτε φόβον, καὶ θεοσεβήσουσιν. Οἱ βασιλεῖς δὲ εἶπεν ἀντὶ τοῦ, αἱ βασιλεῖαι. Οὐ γάρ ἐστιν, οὐκ ἔθνος, οὐ βασιλεία, ἡ μὴ προσκυνοῦσα τὴν δόξαν Χριστοῦ, ἢ καθόλου ἢ ἀπὸ μέρους. Ὅτι οἰκοδομήσει Κύριος τὴν Σιὼν, καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ. Ἑτέρως δὲ οἰκοδομήσει τὴν Σιὼν ὁ Κύριος, τουτέστι τὴν Ἐκκλησίαν· οἰκοδομὴν δέ φημι καθ' ἣν ἐκτίσθη τὰ ἔθνη διὰ τῆς πίστεως· καὶ τότε δοξασθήσεται ἐν αὐτοῖς. Ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν, καὶ οὐκ ἐξουδένωσε τὴν δέησιν αὐτῶν. Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον· ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὐτοῦ, Κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψε, τοῦ ἀκοῦσαι