458
τοῦ στεναγμοῦ τῶν πεπεδημένων, τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων, τοῦ ἀναγγεῖλαι ἐν Σιὼν τὸ ὄνομα Κυρίου, καὶ τὴν αἴνεσιν αὐτοῦ ἐν Ἱερουσαλήμ. Ἐν τῷ συναχθῆναι λαοὺς ἐπὶ τὸ αὐτὸ, καὶ βασιλεῖς τοῦ δουλεύειν τῷ Κυρίῳ. Ἀπεκρίθη αὐτῷ ἐν ὁδῷ ἰσχύος αὐτοῦ· Τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι. Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου. Ὑψηλότερον δὲ δοκεῖ μοι διὰ τούτων ὁ προφητικὸς χορὸς σημαίνειν τὴν διὰ τοῦ Σωτῆρος ἡμῶν κλῆσιν τῶν ἐθνῶν· ἀποκλαίεσθαι δὲ, ὅτι μὴ καὶ αὐτοὶ ἔτυχον ταύτης. Ἐν γὰρ τῇ τῶν μελλόντων ἀγαθῶν παρουσίᾳ, ὅτε τὰ ἔθνη καὶ οἱ τούτων βασιλεῖς λατρεύσουσιν, οὐκέτι τοῖς πατρῴοις δαίμοσι, ἀλλὰ τῷ Κυρίῳ· ἐν αὐτῷ δὴ τῷ τοιούτῳ καιρῷ, τὴν ἐμὴν, φησὶν, ἰσχὺν ἐκάκωσεν ὁ Κύριος, κολοβῶσαι τὰς ἡμέρας, ὡς μὴ φθάσαι κἀμὲ εἰς ἐκεῖνον τὸν καιρόν. Ὁ προφητικὸς μὲν οὖν ἐστι χορὸς ὁ ἀποκρινόμενος, ἤτοι ἐρωτῶν καὶ λέγων πρὸς τὸν Θεὸν ὁποῖος ἔσται ὁ ἡμέτερος βίος. Ηὔχετο γὰρ μαθεῖν εἰ φθάσειεν εἰς ἐκείνας τὰς ἡμέρας ἡ ζωὴ αὐτοῦ, καθ' ἃς ἔμελλεν ἐνανθρωπήσας ἐπὶ γῆς φαίνεσθαι ὁ Μονογενής. Ὁδὸν δὲ ἰσχύος αὐτοῦ τὴν ἐπὶ γῆς παρουσίαν καλεῖ· ἦλθε γὰρ ἵνα δήσῃ τὸν ἰσχυρόν. Ἥμισυ δὲ τῶν ἑαυτοῦ ἡμερῶν, ἤτοι τῆς ζωῆς, τὸ τέως ἐν θεωρίᾳ γενέσθαι τῆς ἐπιφανείας. Ηὔχετο οὖν πληρωθῆναι τὸν ὅλον αὐτοῦ χρόνον, καὶ οἷόν τε παρεκταθῆναι τὴν ζωὴν αὐτοῦ, ὅπως ἂν καὶ αὐτῆς τῆς τῶν πραγμάτων ἐκβάσεως καταξιωθῆναι· οὕτω γὰρ ἔμελλεν ἡ πᾶσα αὐτοῦ ζωὴ πληροῦσθαι. Τέως μὲν γὰρ, φησὶν, ἐπὶ τοῦ παρόντος, ὅτε ταῦτα προφητεύω, καὶ μέλλοντα ἔσεσθαι προορῶ, ἔοικα ἐν μέρει ἡμέρας εἶναι Θεοῦ· λείπει δέ μοι ἡ αὐτοψία τῆς τῶν προφητευομένων ἐκβάσεως, ἧς εἰ τύχοιμι, τελείαν λήψομαι τὴν ἐμαυτοῦ ζωήν· εἰ δὲ ἀστοχήσω τῆς εὐχῆς, ἔοικα τοῖς ἐν ἡμίσει ἡμερῶν τὴν ζωὴν ἀτελῆ καὶ ἄωρον ἀποτιθεμένοις. Καί μοι δοκεῖ διὰ τὰς τοιαύτας τῶν προφητῶν εὐχὰς ὁ Σωτὴρ ἡμῶν εἰρηκέναι· Πολλοὶ προφῆται καὶ 23.1261 δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν. Κατὰ δὲ τὴν ἱστορίαν, Βλέπων, φησὶν, ἐμαυτὸν ἀτονοῦντα καὶ βαρυνόμενον, ὀλίγον ὑπολαμβάνω καιρὸν ὑπολελεῖφθαί μοι ζωῆς. Μὴ οὖν ἐκδημήσαιμι τοῦ σώματος ἐν τῷ ἡμίσει καὶ ἀτελεῖ τῶν ἡμερῶν. Ἐν γενεᾷ γενεῶν τὰ ἔτη σου. Ἀναγκαίως προειπών· Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου, εὐξάμενός τε παραθεῖναι τὴν ζωὴν μέχρι τῆς ἐκβάσεως τῶν προφητευομένων, συνορᾷ τὸ ἀδύνατον διὰ τὸ ἀσθενὲς καὶ ὀλιγοχρόνιον τῆς θνητῆς φύσεως· εἶτα ἔφη· Σοῦ μόνου, Κύριε, τὰ ἔτη εἰς γενεὰν καὶ γενεὰν διατείνει· καὶ σὺ ἥξεις εἰς ἐκείνην τὴν γενεὰν, κἀκεῖνον τὸν λαὸν, περὶ ὧν ἀνωτέρω ἐλέγετο· Γραφήτω αὕτη εἰς τὴν γενεὰν ἑτέραν, καὶ τὰ ἑξῆς. Κατ' ἀρχὰς τὴν γῆν σὺ, Κύριε, ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις. Εἰ μὲν γὰρ οὐ συνῆσθα, φησὶ, κατ' ἀρχὰς, ὦ Κύριε, καὶ εἰ μὴ ἔργα τῶν χειρῶν σου ὑπῆρχον οἱ οὐρανοὶ, οὐχ οἷόν τε ἦν αὐτὰ μετατεθῆναι, οὐδὲ εἰς μεταβολὴν ἐλθεῖν· εἰ γὰρ ἀγένητα ἦν, ἔμειναν ἂν καὶ ἀτελεύτητα· νῦν δὲ, ἐπεὶ ποιητὴς αὐτῶν γέγονας, δυνατὸς εἶ καὶ παραγαγεῖν αὐτὰ θελήσας· φύσεως γὰρ ὑπάρχουσι φθαρτῆς καὶ ἀπολλυμένης· ὅτι, καὶ μὴ πρότερον ὄντα, σῇ βουλῇ καὶ δυνάμει γέγονεν. Ἓν γάρ ἐστι μένον ἀεὶ, καὶ οὔποτε δυνάμενον μὴ εἶναι, δηλαδὴ σὺ αὐτὸς ὁ μόνος τῶν ὅλων ποιητής. Καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἑλιχθήσονται. Καὶ οἱ οὐρανοὶ δὲ, εἰ καὶ μέγα καὶ ἐξαίρετόν τι τυγχάνουσι κτίσμα, ἀλλ' ὅμως καὶ αὐτοὶ ὑποβληθήσονται φθορᾷ· ἡ δὲ φθορὰ αὕτη γενήσεται αὐτοῖς εἰς ἀνακαινισμὸν, καὶ συστελεῖς αὐτοὺς εὐχερῶς οὕτως ὡς ἑλίσσει τις περιβόλαιον· ἑλιχθήσονται γὰρ εἰς βέλτιον σχῆμα μεταβαλλόμενοι, καὶ ἀλλαγήσονται, καὶ τροπὴν ἀγαθὴν ὑπομενοῦσι τὴν ἀπὸ τῆς παλαιότητος ἐπὶ τὴν ἀνακαίνισιν καὶ τὴν ἀφθαρσίαν. Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ