459
ἔτη σου οὐκ ἐκλείψουσι. Οἱ υἱοὶ τῶν δούλων σου κατασκηνώσουσι, καὶ τὸ σπέρμα αὐτῶν εἰς τὸν αἰῶνα κατευθυνθήσεται. Καινοῖς γενομένοις καὶ ἐπὶ τὸ κρεῖττον μεθαρμοσθεῖσι, καὶ τὸ σπέρμα ἑαυτῶν, δηλαδὴ τῶν δούλων σου, εἰς τὸν αἰῶνα κατευθυνθήσεται. ΤΩ ∆ΑΥΙ∆. ΡΒʹ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Τάχα δὲ μέσην ἀπολειφθεῖσαν τὴν ψυχὴν τοῦ σώματος καὶ τοῦ πνεύματος, τὸ μὲν σῶμα ἐπὶ τὰς οἰκείας ἐπιθυμίας καὶ ἀνδραποδώδεις ἡδονὰς καθέλκει, ὥσπερ ἀφ' ὕψους ἄνωθέν ποθεν καταβάλλον αὐτήν· τὸ δὲ πνεῦμα πάλιν πρὸς ἑαυτὸ ἀνέλκει ἄνω που πρὸς Θεὸν ἀνάγον, καὶ τοῦ Κυρίου μνημονεύειν παρακαλεῖ, εὐλογεῖν τε αὐτὸν, καὶ πρὸ ὀφθαλμῶν διὰ παντὸς ἔχειν· ἢ αὐτὸς ἑαυτὸν ἐπὶ τὸν ὕμνον διεγείρειν καὶ εὐλογεῖν τὸν Θεὸν ἐγκελεύεται, καλὸν ἑαυτῷ σωτηρίας φάρμακον τὴν εἰς τὸν Θεὸν εὐλογίαν προβαλλόμενος. Καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Τοῖς ἐντὸς αὐτοῦ προστάσσει εὐλογεῖν τὸ ὄνομα Κυρίου, τουτέστι τῇ φύσει τῶν ἔσωθεν ἐξερχομένων δια 23.1264 λογισμῶν, ὧν διπλοῦν ἐστι τὸ τάγμα· οἱ μὲν γὰρ μοχθηροί εἰσι, φόνοι, μοιχεῖαι, κλοπαί· οἱ δὲ ἀστεῖοι καὶ σωτήριοι, φιλανθρωπία, σωφροσύνη, τὸ κοινωνικόν. Ὧ τοίνυν πάντα τὰ ἐντὸς κατώρθωται εἰς ἑτοιμότητα τοῦ εὐλογεῖν τὸ ὄνομα τοῦ Θεοῦ τὸ ἅγιον, οὗτος καλῶς συμπαραλαμβάνει τὴν ἔνδον διάθεσιν εἰς τὴν τοῦ Θεοῦ εὐχαριστίαν, καὶ πάντα τὰ ἐντὸς καθιεροῖ καὶ πάσας τῆς ψυχῆς τὰς δυνάμεις, καὶ πάντα λογισμὸν εἰς τὸν θεῖον ὕμνον ἀνακινεῖ· ἐντὸς γὰρ ἐκάλεσε τοὺς λογισμοὺς καὶ τὰς ἐνθυμήσεις, καὶ πάντα τῆς ψυχῆς τὰ κινήματα καὶ τὰς διαφόρους δυνάμεις αὐτῆς, τὴν νοητικὴν, τὴν διανοητικὴν, τὴν βλεπτικὴν, τὴν ὁρμητικὴν, τὴν φανταστικὴν, τὴν μνημονευτικὴν, τὰς ἑτέρας· πολλαὶ γὰρ δυνάμεις καὶ διάφορα κινήματα ἐν τῇ ψυχῇ· καθ' ἃ ποτὲ μὲν σπουδαῖόν τι διανοούμεθα, ποτὲ δὲ ἐπιθυμοῦμεν, ποτὲ δὲ ἐπιθυμούμεθα, ποτὲ δὲ κρίνομεν· καὶ ἄλλοτε μὲν ἐφιέμεθά τινων, ἄλλοτε δὲ ἀποστρεφόμεθα· καὶ πάλιν ἄλλοτε μὲν ὁρμῶμεν, ἄλλοτε δὲ ἐκκλίνομεν, καὶ ποτὲ μὲν διακείμεθα λυπηρῶς, ποτὲ δὲ εὐμενεῖς ἐσμεν καὶ φαιδροὶ καὶ ἀνειμένοι. Πάσας οὖν ὁμοῦ τὰς τοιαύτας τῆς ψυχῆς δυνάμεις προτρέπει τὸ θεῖον Πνεῦμα εὐλογεῖν τὸν Κύριον. Εἰ δὲ καὶ σωματικώτερον βουληθείη τις ἐκλαβεῖν τὸν λόγον, εἴποι ἂν, ἐπειδὴ καὶ τοῦ σώματος τοῦ ἡμετέρου πάντα τὰ ἐντὸς ἔγκατά τε καὶ σπλάγχνα βαθυτάτῃ Θεοῦ σοφίᾳ κατεσκεύασται, ὡς μηδὲν ἄχρηστον εἶναι τῶν ἐν ἡμῖν, συμβάλλεσθαι δὲ τῇ τοῦ Θεοῦ δοξολογίᾳ τε καὶ εὐλογίᾳ τὴν ὁμοῦ πάντων πρὸς ἄλληλα συμφωνίαν τε καὶ ἁρμονίαν, εἰκότως καὶ ταῦτα ἐπὶ τὴν τοῦ Θεοῦ εὐλογίαν κέκληται. Εἰ μέντοι τὴν ψυχὴν αὐτὴν σωματοειδῶς ὁ λόγος πλάττει, καὶ μέρη σωματικὰ τῇ ἀμερεῖ περιπλάττει, ἑτέρως νοήσομεν ἐπ' αὐτῇ τὰ περιτιθέμενα μέρη τῇ ἀμερείᾳ τῇ κατὰ ψυχὴν, οἰκείως κεφαλὴν μὲν τὸν νοῦν, αὐχένα δὲ τὴν δόξαν ὡς ἐν μέσῳ λογικοῦ καὶ ἀλόγου· στῆθος τὸν θυμὸν, γαστέρα τὴν ἐπιθυμίαν, τοῖς τῶν μερῶν ὀνόμασι συμβόλοις τῶν δυνάμεων χρώμενοι. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου τὰς ἀνταποδόσεις αὐτοῦ. Τὸν εὐϊλατεύοντα πάσαις ταῖς ἀνομίαις σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου, τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς. Αὗταί εἰσιν αἱ περὶ ἡμᾶς ἀνταποδόσεις τοῦ Θεοῦ· Πρῶτον ἱλασμὸν ἔθεικε τῶν ἡμετέρων ἁμαρτιῶν, ἃς ἐν πλάνῃ καὶ εἰδωλολατρείᾳ διεπραξάμεθα· καὶ ἵλεως ἑκάστῃ τούτων ἐγένετο, προλαβὼν πᾶσαν ἱκετηρίαν καὶ τὴν ἄφεσιν δοὺς διὰ τοῦ ἱλασμοῦ αὐτοῦ, ὅς ἐστι Χριστός· δεύτερον δὲ, ἐπειδὴ καὶ μετὰ τὴν ἄφεσιν συνέβη σε νοσεῖν, ὦ ψυχὴ, ὑπολισθήσασαν τοῖς ἀνθρωπίνοις πάθεσι, καὶ ταύτας τὰς νόσους ὁ Σωτὴρ καὶ λογικοῖς καὶ σωτηρίοις φαρμάκοις, τοῖς ἐν ταῖς θείαις αὐτοῦ Γραφαῖς καταβεβλημένοις, ἐθεράπευσε· τρίτον ἐπὶ τούτοις τὴν ζωήν σου μέλλουσαν χωρεῖν εἰς φθορὰν, καὶ καταπίνεσθαι ὑπὸ τοῦ θανάτου, κατὰ τὸ, Ψυχὴ ἡ ἁμαρτοῦσα,