460
αὐτὴ ἀποθανεῖται, ἀκόλουθα τῷ 23.1265 αὐτοῦ πράττων ἐλέῳ, λύτρα δοὺς ὑπὲρ σοῦ τῷ θανάτῳ τὸ τοῦ Μονογενοῦς αἷμα, ἐλυτρώσατο· τέταρτον, οἰκείᾳ φιλανθρωπίᾳ καὶ ἐλέει καὶ οἰκτιρμοῖς χρώμενος, ἐπεὶ ἐξ ἔργων οὐδεὶς δικαιοῦται, ἐστεφάνωσέ σε τῷ τῆς υἱοθεσίας χαρίσματι. Καὶ ἁπλῶς οὗτός σοι δεδώρηται τῶν ἁμαρτημάτων τὴν ἄφεσιν, οὗτός σοι δεδώρηται τῶν παθῶν τὴν ἴασιν, τῆς ἀναστάσεως τὴν ἐλπίδα, τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος, καὶ τὸν τῆς ἀφθαρσίας χιτῶνα ἐνέδυσε, καὶ χάριτι σέσωκε. Χάριτος γὰρ καὶ φιλανθρωπίας ὁ στέφανος. Καὶ ταῦτα πάντα ἕδνα τοῦ νυμφίου καὶ δῶρα· πίστιν γὰρ ἡ νύμφη προσενήνοχε μόνον. Οὐ μόνον δὲ, ἀλλὰ καὶ πνευματικῶν ἀγαθῶν σε ἐνέπλησεν, ἢ καὶ τὴν ἐν ἀγαθοῖς ἐπιθυμίαν σου ἐπλήρωσεν, ὃς τήν γε ψυκτὴν ψυχὴν ἀπαγορεύει, δίδωσι δὲ ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν. Εἰ δὲ βούλει κατὰ ταὐτὸν ἰδεῖν παθήματα καὶ ἁμαρτήματα λυόμενα, ἔχεις τὸν παράλυτον τῆς διπλῆς ταύτης ἀπολαύσαντα χάριτος· ἤκουσε γὰρ, Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, καὶ, Ἆρον τὸν κράββατόν σου· οὕτως ἡ ἁμαρτωλὸς γυνὴ τετύχηκε τῆς ἀφέσεως, ὁ λῃστὴς, οἱ τελῶναι, ἀπλῶς ἅπαντες οἱ πιστεύσαντες. Τὸν ἐμπιμπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου· ὥστε ἀνακαινίζεσθαι αὐτὴν τὸν παλαιὸν ἀποθεμένην ἄνθρωπον, τὸν δὲ νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν τοῦ κτίσαντος αὐτὸν, λαμβάνουσαν. Οὕτω δὲ, φησὶν, ἡ νεότης σου ἀνακαινισθήσεται, ὡς μηκέτι παλαιοῦσθαι, μηδὲ εἰς φθορὰν αὖθις χωρεῖν, ἀεὶ δὲ παραμένειν ἐν τῷ νεάζειν ἐν τῇ ἀφθάρτῳ ζωῇ. Ἐπεὶ δὲ ὁ ἀετὸς τῶν ὀρνέων ἐστὶ βασιλικώτατον, ἀλλὰ καὶ ὑψιπετέστατος, μόνος δὲ ζώων ἡλίου φωτὸς μαρμαρυγαῖς ἀντωπεῖν δυνατὸς, καὶ ἀτενὲς ἀφορᾷν αὐτῷ, εἰκότως τὴν ἀνανέωσιν τῆς ψυχῆς, καὶ τὴν ἀπὸ γῆς εἰς οὐρανὸν πτῆσιν, καὶ τὸν βίον αὐτῆς τὸν ἐν ἄκρῳ φωτὶ γενησόμενον, ἀετοῦ φύσει παρέβαλε. Ποιῶν ἐλεημοσύνας ὁ Κύριος, καὶ κρίμα πᾶσι τοῖς ἀδικουμένοις, ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωσῇ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ. Ἐκ τῆς αὐτῆς δὲ Μωσέως Γραφῆς μαθήσῃ ὁποῖα κρίματα παρέσχε τοῖς ἀδικουμένοις· κρίσει γὰρ δικαίᾳ μετῆλθε τοὺς Αἰγυπτίους, πληγαῖς θεηλάτοις κολάσας αὐτοὺς ὑπὲρ τῶν αὐτῶν ἠδικημένων υἱῶν Ἰσραήλ. Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος, οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ. Οὐ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἀνομίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν. Ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν. Καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ' ἡμῶν τὰς ἀνομίας ἡμῶν. Καθὼς οἰκτείρει πατὴρ υἱοὺς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτὸν, ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν. Μνήσθητι ὅτι χοῦς ἐσμεν· ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ· ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει. 23.1268 Ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει, καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ. Ὥσπερ ἀπὸ σκότους τῆς τῶν ἁμαρτημάτων ἀγνοίας ἐπὶ τὸ φῶς τῆς αὐτοῦ γνώσεως μετεστήσατο ἡμᾶς· καὶ ταῦτα ἔπραξεν ὡς ἀγαθὸς πατὴρ σπλαγχνιζόμενος ἐπὶ υἱοῖς μεμηνόσι, καὶ ἐπὶ κακῶς διακειμένοις τέκνοις μείζονα οἶκτον ἀναλαβών· τὸν αὐτὸν τρόπον καὶ αὐτὸς ᾠκτείρησεν ἡμᾶς, ἐξ ἀθέων καὶ ἀφόβων εὐσεβεῖς καὶ φοβουμένους αὐτὸν ἀπεργασάμενος. Τὸ ἔλεος δὲ τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν· καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ τοὺς υἱοὺς τῶν υἱῶν, τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ, καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ, τοῦ ποιῆσαι αὐτάς. Ὅμοιον καὶ τὸ, Ποιῶν ἔλεος τοῖς ἀγαπῶσί με. Παρατείνει γὰρ τὸ ἔλεος Κυρίου, καὶ ἡ σύζυγος αὐτοῦ δικαιοσύνη, εἰς πᾶσαν τὴν γενεὰν ἐπὶ τοὺς φοβουμένους αὐτὸν καὶ τοὺς υἱοὺς αὐτῶν, τουτέστι τοὺς τῶν ἔργων αὐτοῦ ζηλωτὰς, τοὺς οὐχ ἁπλῶς μεμνημένους τῶν