461
ἐντολῶν αὐτοῦ, ἀλλ' ἐπιτιθέντας τοῖς λόγοις τὰ ἔργα, καὶ κατὰ ταὐτὸ τὸν οἰκεῖον βίον ῥυθμίζοντας. ∆ίδονται γὰρ αὗται οὐκ ἐπὶ τῷ μνήμην αὐτῶν ψιλὴν καὶ γνῶσιν ἔχειν ἡμᾶς, ἀλλὰ μνήμην εἰς τὸ ποιῆσαι. Τοῦτο καὶ ὁ Σωτὴρ παρίστησιν εἰπών· Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· τῆς γὰρ ποιήσεως ἀλλ' οὐ τῆς μνήμης αὐτῶν μόνης ὁ μισθός· καὶ οὐχ οἱ ἀκροαταὶ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. Καλῶς δὲ διαθήκη ὁ νόμος τοῦ Θεοῦ προσηγόρευται, ἵνα κληρονομίαν ἐλπίζωμεν ἐξ αὐτῆς οἱ φυλάσσοντες. Ὅτι δὲ ἡ μὲν φύσις ἡμῶν ἐπίκηρος, ἡ δὲ θεία φιλανθρωπία καὶ μέχρις ἐγγόνων διατηρεῖ τὴν τοῖς προγόνοις ὀφειλομένην τῆς δικαιοσύνης ἀντίδοσιν, μυρία ἂν εὕροις μαρτύρια. ∆ιὰ γὰρ τὴν τοῦ Ἀβραὰμ δικαιοσύνην, καὶ τὴν τοῦ Ἰσαὰκ καὶ Ἰακὼβ, τὸν ἐξ αὐτῶν φύντα μετὰ ταῦτα λαὸν τῆς κλήσεως καὶ τῆς οἰκείας ἐπισκοπῆς κατηξίωσε· τῷ Ἰηοῦ μέχρι τετάρτης γενεᾶς τὴν βασιλείαν τετήρηκε, καίτοι μηδὲ τελείαν κτησαμένῳ εὐσέβειαν, ἀλλ' ἐν τῇ ἀρχῇ τῆς βασιλείας ἐπιδειξαμένῳ τὸν ζῆλον· τῷ θεσπεσίῳ ∆αυῒδ, ἄσβεστον ἐτήρησε τὸν τοῦ γένους σπινθῆρα, καὶ ταῦτα πολλῶν δυσσεβῶν ἐν μέσῳ βεβλαστηκότων. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόσει. Ἀκριβῶς δὲ τὸ πάντων δεσπόσει, εἴρηται, ἀλλ' οὐ, πάντων δεσπόζει· ἐπεὶ μὴ πάντες ἄξιοι τυγχάνουσι τῆς αὐτοῦ βασιλείας. ∆ιὸ τοῖς τὸν εὐαγγελικὸν κατορθοῦσι βίον τὴν τῶν οὐρανῶν βασιλείαν ὁ Σωτὴρ ἐπηγγείλατο. ∆εσπόζει δὲ πάντων καθ' ἑτέραν ἐπίνοιαν καὶ τῶν ἀναξίων τῆς βασιλείας αὐτοῦ κρατῶν, οἷα δὴ πάντων Κύριος. Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ. Ἀνωτέρω μὲν τὸ θεῖον Πνεῦμα τὴν τοῦ ἀνθρώπου ψυχὴν ἐκάλει ἐπὶ τὴν εὐχαριστίαν καὶ τὴν εὐλογίαν τοῦ Θεοῦ, φάσκον· Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον· νῦν δὲ, ἐπειδὴ τοῦ θρόνου τοῦ Θεοῦ ἐμνημόνευσε, 23.1269 καὶ τῶν οὐρανίων διατριβῶν, ἃς τοῖς ἀξίοις ὁ Θεὸς ἡτοίμασε, σφόδρα ἀκολούθως ταῖς οὐρανίοις δυνάμεσι συγχαίρειν τῇ τῆς ψυχῆς σωτηρίᾳ παρακελεύεται, κατὰ τὸν σωτήριον λόγον φήσαντα χαρὰν ἔσεσθαι ἐν τῷ οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι· ἀλλὰ καὶ εἰς τέλος ἄγει τὴν ἀνθρώπου ψυχὴν καὶ τὰς οὐρανίους δυνάμεις· τὸ γὰρ αὐτὸ τῆς εὐλογίας ἔργον καὶ ταύτῃ κἀκείνοις ἐπιτάττει. ∆υνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ. Τὰ μὲν κατὰ σὲ, φησὶν, ὦ ψυχὴ, ἐξασθενεῖ πρὸς τὸ κατ' ἀξίαν ὑμνεῖν τὸν Θεόν· ἐκ μέρους δὲ ὅμως τοῦτο ποίει. Ἴσθι δὲ, ὅτι οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ ὄντες, καὶ ἀδιαπτώτως τὸν λόγον αὐτοῦ ποιοῦντες, ἄξιοί τε ἀκούειν τῆς φωνῆς αὐτοῦ καὶ τῶν λόγων αὐτοῦ, πρεπόντως καὶ κατ' ἀξίαν εὐλογοῦσιν αὐτόν. Εἰ δὲ καὶ ἐν ἀνθρώποις εἶέν τινες τὸν ἰσάγγελον βίον μετερχόμενοι, ἅτε τὴν εἰκόνα τοῦ ἐπουρανίου φοροῦντες, ἰσχύοντες δὲ καὶ αὐτοὶ ποιεῖν τὸν λόγον αὐτοῦ, καὶ δυνατοὶ τῆς φωνῆς αὐτοῦ ὑπακούειν, κατὰ τὸν φήσαντα· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με. Καὶ οὗτοι, ἰσάγγελοι ὄντες, εὐλογείτωσαν αὐτόν. Μηδεὶς δὲ τῶν παραβαινόντων τὸν λόγον αὐτοῦ καὶ παρακουόντων τῆς φωνῆς αὐτοῦ, προπετέστερον τολμάτω τοῦτο ποιεῖν. Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ, ποιοῦντες τὰ θελήματα αὐτοῦ. Ὁ μὲν ∆αυῒδ, ἐπειδήπερ εἰσὶ καὶ ἀντικείμεναι δυνάμεις, σφόδρα ἀναγκαίως ἐπιφέρει τό· λειτουργοὶ αὐτοῦ, ποιοῦντες τὰ θελήματα αὐτοῦ, δεικνὺς τίνας βούλεται καὶ ὁποίας δυνάμεις εὐλογεῖν τὸν Θεόν· ὅτι μὴ πάσας, μηδὲ τὰς ἐναντίας, ἀλλὰ μόνος τὰς ἀξίας τὰς ἐν διαφόροις τάξεσι λειτουργούσας αὐτῷ, ἤτοι ποιούσας αὐτοῦ τὸ θέλημα. Λειτουργοὶ γάρ εἰσι Θεοῦ δυνάμεις ὑπερητοῦσαι αὐτῷ εἰς ἃ βούλεται ποιεῖν δι' αὐτῶν ἐπ' εὐεργεσίᾳ καὶ ὠφελείᾳ παντός· διὸ καὶ ποιεῖν τὰ θελήματα αὐτοῦ εἴρηνται. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ