462
τόπῳ τῆς δεσποτείας αὐτοῦ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Ἡ τῆς ἀκολουθίας διάνοια τοῦτον ἔοικεν ὑποβάλλειν τὸν νοῦν· Εἰ μὲν ἀγγέλων ἦν, φησὶ, μόνον, καὶ θείων δυνάμεων καὶ οὐρανίων λειτουργῶν Θεοῦ τὸ εὐλογεῖν αὐτὸν, καλῶς ἂν εἶχες, ὦ ψυχὴ, ὑποστέλλεσθαι ἑαυτὴν, τοῖς κρείττοσι παραχωροῦσα τὴν εὐλογίαν· ἐπειδὴ δὲ ὁ θεῖος λόγος πᾶσι τοῖς ἔργοις αὐτοῦ εὐλογεῖν τὸν Κύριον προστάττει· προσήκει γὰρ πᾶσαν τὴν κτίσιν κατὰ τὴν αὐτῆς δύναμιν τὸν πρέποντα ὕμνον ἀποδιδόναι τῷ Θεῷ· τί μέλλεις, ὦ ψυχή; Οὐχὶ καὶ αὐτὴ, ἅτε ἔργον οὐκ εὐκαταφρόνητον οὖσα τοῦ Θεοῦ, ἀλλὰ κατ' εἰκόνα ἑαυτοῦ πεποιημένη, ἀνεγείρῃ σεαυτὴν ἐπὶ τὴν θεολογίαν καὶ εὐλογίαν τοῦ Θεοῦ; Ἐπειδὴ ἡ δεσποτεία αὐτοῦ, κατὰ τὸ εἰρημένον, πάντων δεσπόζει, οὐρανίων, ἐπιγείων, καταχθονίων, ἀκολούθως πάντα τὰ ἔργα αὐτοῦ, ὡς ἂν ὑπὸ τὴν αὐτοῦ δεσποτείαν ὄντα, τὰ σύμπαντα γὰρ, φησὶ, δοῦλα σὰ, ὡς ποιήματα, εὐλογείτω αὐτόν. Καὶ πῶς εὐλογοῦσι τὰ ἄλογα καὶ τὰ ἄψυχα; Ὡς οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, πάντως ἀντὶ φωνῆς χρώμενα τῇ ὄψει εἰς 23.1272 ἔμφασιν τῆς θείας δυνάμεως· παρ' ὧν ἐγὼ λαμβάνω τοῦ ὑμνεῖν τὰς ἀφορμὰς, καὶ κινοῦμαι πρὸς εὐφημίαν τοῦ κτίσαντος. Ἄλλως τε εἰώθασιν οἱ προφῆται καὶ τὴν ἄλογον φύσιν πολλάκις παραλαμβάνειν εἰς εὐφημίαν τοῦ Θεοῦ, ὡς οὐκ ἀποχρώσης τῆς λογικῆς, καθάπερ ἀμέλει καὶ οἱ παῖδες ἐν τῇ καμίνῳ. Πλὴν τὸ ἐν παντὶ τόπῳ ᾄδειν οὐχ ἁρμόττει τοῖς Ἰουδαίοις. Ἐκεῖνοι γὰρ, ὑπὸ τῶν ἀνδραποδισάντων ᾆσαι προσταχθέντες ἐκ τῶν ᾠδῶν Σιὼν ἐν Βαβυλῶνι, ἔφασαν, ἔννομον δρῶντες· Πῶς ᾄσομαι τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας. Ἡμῖν δὲ ὁ θεῖος Ἀπόστολος παρεγγυᾷ ἐν παντὶ τόπῳ προσευχομένοις αἴρειν ὁσίους χεῖρας. Τοῦτο καὶ ὁ δεσπότης Χριστὸς πρὸς τὴν Σαμαρεῖτιν ἔφη, τὴν τοπικὴν ἀναιρῶν προσκύνησιν, τὴν δὲ ἐν Πνεύματι καὶ ἀληθείᾳ διδάσκων λατρείαν. ΨΑΛΜΟΣ ΡΓʹ Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον· Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα· ἐξομολόγησιν καὶ εὐπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. ∆ιὰ τῆς τῶν κτισμάτων μεγαλουργίας καὶ προνοίας καὶ ποικιλότητος χαίρειν δὴ ἐν ταὐτῷ καὶ θάρσος ἀναλαμβάνειν διδάσκεται ἡ ψυχὴ, διὰ τοῦ σεμνύνεσθαι, καὶ Κύριον ἑαυτῆς καὶ Θεὸν τῶν τοσούτων μεγαλουργὸν ἐπιγράφεσθαι, καὶ ἰδιοποιεῖσθαι αὐτὸν ἐν τῷ λέγειν· Ὁ Θεός μου, μετὰ διαθέσεως, ἐξομολόγησιν καὶ εὐπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ὡς ὁ ἀναβαλλόμενος αἰσθητὸν ἱμάτιον πάντοθεν καλύπτεται, οὕτω τὸ μὴ δύνασθαι διασχεῖν τὸ περὶ τὸν Θεὸν φῶς, ἀκατάληπτον αὐτοῦ τὴν οὐσίαν παρίστησιν. Ἀλλὰ τί φῂς, ὦ ∆αυΐδ; Ὁ εὐαγγελιστής φησιν· Ὅτι αὐτός ἐστιφῶς ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ὁ δὲ Παῦλος, ὅτι φῶς οἰκῶν ἀπρόσιτον, σὺ περιβεβλῆσθαι τὸ φῶς αὐτὸν φῂς ὡς ἱμάτιον; Ὁρᾷς, ὅτι, κἂν προφήτης ᾖ τις, κἂν εὐαγγελιστὴς, κἂν ἀπόστολος, οὐ δύναται περιδράξασθαι τῆς σαφηνείας, ἀλλ' ἀπὸ τῶν παρ' ἡμῖν ὀνομάτων ἀναβαίνοντες κατὰ μικρὸν ἀμυδράν τινα παριστῶσιν ἔννοιαν τῆς ἀῤῥήτου δόξης ἐκείνης. Ἐπειδὴ γὰρ αὐτὸ τί ποτέ ἐστι τὴν οὐσίαν οὐκ ἴσασιν, ἀπὸ τῶν παρ' ἡμῖν λαμπρῶν φιλονεικοῦσιν ἐπιλαβέσθαι αὐτῆς ὡς οἷόν τε. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδατι τὰ ὑπερῷα αὐτοῦ, ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων, ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον. Ἐντεῦθεν εἰκότως. ἑρμηνευόμενα τὰ σεραφὶμ, εἰς τὴν Ἑλλάδα φωνὴν ἐμπιπρῶντες ἢ ἐμπρησταὶ σημαίνουσι. Καὶ τὸ, σεραφὶμ τὸν ἐμπρησμὸν δηλοῦν λέγεται. ∆ιὸ περὶ τῆς ἀγγελικῆς δυνάμεως εἴρηται· Ὁ ποιῶν ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ