463
φλέγον. Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα. Ἀπὸ ἐπιτιμήσεώς σου 23.1273 φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν. Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον ὃν ἐθεμελίωσας αὐτοῖς. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλῦψαι τὴν γῆν. Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνὰ μέσον τῶν ὀρέων διελεύσονται ὕδατα. Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ἔναγροι εἰς δίψαν αὐτῶν. Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ. Ἐπεὶ καὶ ἀρχόμενος ἔλεγεν· Ὁ στεγάζων ἐν ὕδατι τὰ ὑπερῷα αὐτοῦ· νῦν φησι· Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων σου· εἰ μή τῳ φίλον ὑπερῷα τοῦ Θεοῦ ὡς παρ' αὐτοῦ πεποιημένα τὸν ἀέρα νοεῖν, τοῖς νέφεσι περιβαλλόμενον. Ποτίζει τοιγαροῦν ὁ Θεὸς τὰ ὄρη καὶ τὰ ἐν τούτοις πεδία τήν τε λοιπὴν σύμπασαν γῆν οὐκ ἀπὸ τῶν ἐν ταῖς φάραγξι πηγῶν, οὐδ' ἀπὸ τῶν φερομένων κατὰ γῆς ποταμῶν, ἀλλ' ἀπὸ τῶν ὑπερῴων αὐτοῦ ἄνωθεν ἀφ' ὕψους τοὺς αὐτάρκεις καὶ μεμετρημένους ἐπιχορηγῶν ὑετούς. Ὑπερῷα δὲ Θεοῦ τὸν ἀέρα καλεῖ, καθάπερ ἐπὶ μιᾶς οἰκίας τοῦ παντὸς κόσμου. Ὄρη μέν εἰσιν οἱ πνευματοφόροι ἄνδρες· ποτίζονται δὲ ἐκ τῶν ὑπερῴων αὐτοῦ τοῦ Θεοῦ, πληρούμενοι τῶν τοῦ Πνεύματος χαρισμάτων, λόγου σοφίας καὶ τῶν ἑξῆς ἀπηριθμημένων. Ὑπερῷα δὲ Θεοῦ, ἀφ' ὧν τὰ ὄρη ποτίζει, ἀκραιφνεῖς καὶ ὑπερβάλλουσαι θεωρίαι τῆς ἀληθείας τυγχάνουσι, ὑπερῷα καλούμεναι, τῷ μηδὲν αὐτὰς ὑπεραναβεβηκέναι. Ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Αὐτὸς γὰρ εἶπε· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν, καὶ τὰ ἑξῆς. Ἐκ τῶν Ἰησοῦ κατὰ τὴν οἰκονομίαν ἔργων, πολὺν καρπὸν ἐχόντων, ἅπασα ἡ γῆ χορτάζεται, μεταλαμβάνουσα τῶν οὕτω παραδόξως ὑπὸ Ἰησοῦ γεγενημένων· οὗτος γὰρ καρπὸς τῶν ἔργων αὐτοῦ τυγχάνει. Καὶ ὁ λόγος δὲ ὁ περὶ τῶν ἔργων τῆς δημιουργίας καὶ προνοίας αὐτοῦ νοηθεὶς, οἷα καρπὸς ἔργων Θεοῦ τυγχάνων, χορτάσει τὴν γῆν· φημὶ δὴ τοὺς ἐπὶ τῆς γῆς διατρίβοντας ἀνθρώπους. Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων, τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς· καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου, καὶ τὰ ἑξῆς. Εἶπεν, ὅτι ἀπὸ τοῦ ὑετοῦ κτᾶται πλησμονὴν ἡ γῆ, τοῦ Θεοῦ ἐργαζομένου τὴν ἐκ θαλάσσης τῶν ὑδάτων ἀναγωγήν. Εἶτα τὴν ἐντεῦθεν ὑποδείκνυσιν ὠφέλειαν, ὅτι πιανθεῖσα ἐκ τῆς τῶν ὑδάτων χορηγίας ἡ γῆ, ἐξανατέλλει τοῖς ἀπ' αὐτῆς ἅπασι τὰς προσφόρους τροφάς· ἀνθρώπῳ μὲν εὐγενεῖ ζώῳ, καὶ ὑπὸ τοῦ Θεοῦ τετιμημένῳ, ἐξαίρετον καὶ ἀφωρισμένην τροφὴν, ἄρτον, καὶ οἶνον καὶ ἔλαιον· ἄρτον μὲν ἐπὶ τῷ στηρίζεσθαι καὶ δυναμοῦσθαι τὴν καρδίαν, οἶνον δὲ ἐπὶ τῷ κατευφραίνεσθαι τὴν ψυχὴν, ἔλαιον δὲ ἐπὶ τῷ φαιδρύνεσθαι τὸ σῶμα, καὶ ἁπαλύνεσθαι θεραπευόμενον ἐκ τῆς ἐπιπόνου σκληραγωγίας. Οὕτως αὐτῷ πλουσίαν καὶ ἐκ πλειόνων τράπεζαν εἰς ἀπόλαυσιν οἷα πατὴρ ὁ Θεὸς ἐδωρήσατο. Οὐ μὴν καὶ τῆς τῶν λοιπῶν ζώων κατωλιγώρησεν ἐπιμελείας· φροντίζων δὲ καὶ τῆς τούτων διαμονῆς τὴν ἁρμόζουσαν 23.1276 καὶ τούτοις ἀπένειμε τροφήν· χόρτον μὲν τοῖς κτήνεσι, τῇ δὲ δουλείᾳ τῶν ἀνθρώπων χλόην ἐξανατείλας. Σφόδρα δὲ ἀκριβῶς ὁ προφήτης τὴν τῶν ζώων πεποίηται διαίρεσιν· κτήνη μὲν γενικῶς πᾶν τὸ ποηφάγον ζῶον, δουλείαν δὲ ἀνθρώπων τὰ ἥμερα καὶ ὥσπερ πολιτικὰ ζῶα τὰ εἰς ὑπηρεσίαν ἀνθρώπων ἀφωρισμένα, ὧν τὰ μὲν ἀροῖ τὴν γῆν συνεργοῦντα ἀνθρώπῳ, ὡς βοῦς· τὰ δὲ ἀχθοφορεῖ, ὡς ὄνος· τὰ δὲ ἄλλην τινὰ χρῆσιν τῷ θνητῷ γένει παρέχεται· ἃ οἰκείως καὶ προσφυῶς δουλείαν ἀνθρώπων ὠνόμασεν, οἷς τὴν χλόην δεδόσθαι φησὶ, τουτέστι τὴν ὑπ' ἀνθρώπων σπαρεῖσαν καὶ γεωργηθεῖσαν· τοῖς δὲ ἄλλοις κτήνεσι, τὸν αὐτομάτως βλαστῶντα χόρτον. ∆ύναται δὲ καὶ ἀμφότερα ἥ τε χλόη καὶ ὁ χόρτος, ὁμοῦ