464
καὶ τοῖς κτήνεσι καὶ τῇ δουλείᾳ τῶν ἀνθρώπων δεδόσθαι. Οὔτε δὲ θηρίων ἐν τούτοις, οὔτε ἑρπετῶν ἐμνημόνευσε, διὰ τὸ ἑτέρᾳ κεχρῆσθαι ταῦτα τροφῇ· τὰ μὲν γάρ ἐστι σαρκοβόρα· τὰ δὲ ἑρπετὰ, αὐτῇ τῇ γῇ κέχρηται τροφῇ Ὅρα δὲ κύκλῳ περιϊόντα τὸν λόγον καὶ τὰ σαφέστερα παρατρέχοντα, ἐμφιλοχωροῦντα δὲ τοῖς παρὰ τῶν πολλῶν ἀντιλεγομένοις, καὶ τῶν ἀλόγων οὐκ ἀφιστάμενον, καὶ τῆς χρείας αὐτῶν καὶ τῆς ὑπηρεσίας. Ποιεῖ δὲ τοῦτο διὰ δύο ταῦτα· δι' ἓν μὲν, ἵνα ἐκ περιουσίας ἐπιστομίσῃ τὴν ἀναισχυντίαν τῶν λεγόντων εἶναί τι περιττὸν ἐν τῷ κόσμῳ καὶ ἄχρηστον· δι' ἕτερον δὲ, ἵνα δείξῃ ὅση τῷ Θεῷ τῶν ἀνθρώπων ἡ κηδεμονία, ὅπου γε τῶν δι' ἐκείνους γενομένων τοσοῦτον ποιεῖται λόγον. Τί ταύτης ἶσον γένοιτ' ἂν τῆς κηδεμονίας, ὅταν καὶ τὰ δουλεύοντα ἡμῖν οὕτω τρέφῃ, καὶ μὴ συγχωρῇ πονεῖσθαι περὶ πάντα; Οὔτε γὰρ εἴασε τὸν ἄνθρωπον, οὔτε βαρύνει τοῖς πόνοις αὐτὸν, ποικίλλων αὐτοῦ τὴν σωτηρίαν. Ἐνταῦθα καλὸν εἰπεῖν πρὸς τὸν τοὺς ὁμογενεῖς καταδουλούμενον· μία δουλεία τῶν ἀνθρώπων τὰ ἄλογα· σὺ δὲ ταῦτα ὀλιγωρεῖς· διὸ τὴν φύσιν δουλείας καὶ κυριότητος σχίσας αὐτὴν ἑαυτῇ δουλεύειν καὶ ἑαυτῇ κυριεύειν ἐποίησας. Τὸν καθ' ὁμοιότητα Θεοῦ ὄντα καὶ πάσης γῆς ἄρχοντα τίς ὁ ἀπεμπολῶν; τίς ὁ ὠνούμενος; μόνου Θεοῦ τὸ δυνηθῆναι τοῦτο, μᾶλλον δὲ οὐδὲ αὐτοῦ τοῦ Θεοῦ· ἀμεταμέλητα γὰρ αὐτοῦ τὰ χαρίσματα. Εἰ δὲ ὁ Θεὸς οὐ δουλοῖ τὸ ἐλεύθερον, τίς ὁ ὑπερτιθεὶς τοῦ Θεοῦ τὴν ἑαυτοῦ δυναστείαν; Πλὴν ἀρκεῖ δουλεύειν τοῖς ἐλευθέροις, καὶ τοσοῦτον εἶναι τὸ διάφορον, ὥστε τοῦ αὐτοῦ χοὸς τὸ μὲν κρατεῖν, τὸ δὲ ἄρχεσθαι. Μὴ βαρυνέσθω δὲ ὁ ζυγὸς, μηδὲ τῆς πρώτης ἡμῶν ἁμαρτίας τὸ ἐπιτίμιον. Ἐξανατέλλει δὲ ἐν τούτοις ὑπερφυέσι καὶ ὑψηλοτάτοις λόγοις αὐτοῦ ὄρεσιν οὖσι χόρτον· ὃν φέρεσθαι τροφὴν οἷοί τέ εἰσιν οἱ ἀλογώτεροι. Ἔστι δὲ ὁ ἐν τούτοις τοῖς ὄρεσι χόρτος ὁ περὶ τῶν αἰσθητῶν λόγος καὶ τὸ γράμμα τῆς Γραφῆς· ἀλλὰ καὶ ὁ ἠθικώτερος, οὗ μεταλαβεῖν καὶ οἱ πολλοὶ δυνήσονται, ἑκάστου τῶν τοιούτων λέγοντος· Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει· εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν· ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με. Ὑπερβάντες δέ ποτε τὴν τοιαύτην κατάστασιν, οὐκέτι ἐν δουλείᾳ τῶν ἀνθρώπων ὄντες, ἀλλ' ἄνθρωποι γεγενημένοι, ἐροῦσι πάλιν ἕκαστος· Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξεναντίας τῶν θλι 23.1277 βόντων με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν μου μεθύσκον ὡς κράτιστον. Καὶ τὸ ἔλεός σου καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν. Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς, καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου· τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Ἄξιον ἐνταῦθα ζητῆσαι τίνος χάριν εἰπὼν ὁ ∆αυῒδ, ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσιν, ἐπήγαγε· Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς, ἀπὸ τοῦ σίτου δηλαδὴ κατασκευαζόμενον. Τί ποτέ ἐστιν ὅπερ αἰνίξασθαι βούλεται; Ὅτι τὸ αὐτὸ σπέρμα κοινὴ γίνεται ἐδωδὴ καὶ ἀλόγοις καὶ ἀνθρώποις, οὐ κατὰ τὸ αὐτό. Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ σοφίας. Σκόπει δέ· Καταβάλλεται σῖτος, τέως μὲν ἀνθρώπων ἐστὶ τροφὴ μόνον· ἐπειδὰν δὲ βλαστάνῃ, ἄνεισι καὶ τὴν τῶν ἀλόγων ἔχων τροφήν. Ὥσπερ γὰρ αὐτὸ τὸ εἶναι δι' ἡμᾶς ἔλαβε τὰ ζῶα, οὕτω καὶ ἡ τροφὴ αὐτῶν ἐκ τῆς ἡμετέρας τροφῆς ἔχει τὴν ἀρχήν. Ἡ γὰρ χλόη διὰ τοῦτο προηγουμένως γέγονεν, ἵνα τὸν σῖτον διατηρῇ. Εἶδες οὖν τὰ ἄλογα οὐ μόνον ἡμῖν δουλεύοντα, ἀλλὰ καὶ τὴν τροφὴν τῶν ἀλόγων τῇ ἡμετέρᾳ τροφῇ ὑπηρετουμένην, καὶ τῇ τάξει πάλιν τὸ αὐτὸ τοῦτο μιμουμένην. Ὥσπερ γὰρ πρότερον ἄλογα, καὶ τότε ἄνθρωπος, ἐπειδὴ διὰ τὸν ἄνθρωπον τὰ ἄλογα· οὕτω καὶ πρῶτον χλόη, καὶ τότε σῖτος ἐν τῇ βλάστῃ, ἐπειδὴ διὰ τὸν σῖτον ἡ χλόη. Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Οὐ πᾶς, ἢ μόνος ὁ τὴν γένεσιν ἔχων ἐκ τοῦ εἰπόντος· Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή. Ἀλλ' ἐπεὶ τὰ αἰσθητὰ πάντα γῆ διὰ τὸ ὑλικὸν ὀνομάζεται, εἰς