465
τοῦτον δὲ λαβεῖν ἐστι λόγον ἀναβιβάζοντα διά τινος ἀναλογίας ἐπὶ τὰ νοητά· καὶ οὗτος ὁ λόγος ἄρτος ἐστὶν ἐκ τῆς γῆς ἐξαγόμενος, ἐπὶ τὸ τρέφειν τὸν ἔνδον καὶ ἐν κρυπτῷ ἄνθρωπον, καὶ ἀπὸ τῶν σωματικῶν δὲ τῆς γραφῆς διηγημάτων διὰ τὸ ἱστορικὸν γῆ εἰρημένον. Ἄρτος ἐξαγόμενος ὁ μυστικός ἐστι λόγος. Τοῦ ἐξιλαρῦναι πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Ἱλαρύνεται δὲ καὶ φαιδρύνεται τὸ πρόσωπον τοῦ ἔσω ἀνθρώπου ἐλαίῳ τῷ θρεπτικῷ τοῦ θείου φωτὸς, καὶ λύοντι τὰς νόσους καὶ τοὺς πόνους τῆς ψυχῆς, ἐπινοίᾳ μόνῃ διαφέρον τοῦ ἀποδοθέντος οἴνου. Ὁ γὰρ τοῦ Θεοῦ λόγος ὥσπερ ἄμπελος, οὕτω καὶ ἐλαία ἐστίν· Ἐγὼ, φησὶν, ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Ἡ γὰρ αὐτοῦ διδασκαλία κατὰ διάφορον σχέσιν οἶνός τε καὶ ἔλαιόν ἐστι καὶ ἄρτος. Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσας· ἐκεῖ στρουθία ἐννοσσεύσουσι. Τοῦ ἐρωδιοῦ ἡ οἰκία ἡγεῖται αὐτῶν· ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς χοιρογρυλλίοις. Ὁ Ἑβραῖος καὶ οἱ λοιποὶ, ξύλα τοῦ Κυρίου, τεθείκασι. ∆ιεξελθὼν τὰ κάρπιμα, ἀναγκαίως μνημονεύει καὶ τῶν ἀκάρπων, ὡς ἀναγκαίαν ἀνθρώποις καὶ αὐτῶν παρεχόντων χρείαν. ∆ιὰ τοῦτο καὶ Κυρίου αὐτὰ προσηγόρευσεν, ὡς αὐτο 23.1280 φυᾶ καὶ οὐ χειρόκμητα, ἀλλὰ τῷ θείῳ λόγῳ βλαστήσαντα. Αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσας. Καλῶς τῷ Θεῷ προσέγραψε τῶν κέδρων τὴν φυτείαν· ὅτι ἐκτὸς ἀνθρωπίνης ἐπιμελείας ἐπὶ τοσοῦτον ηὐξήθησαν. Οὐ γὰρ ἀλσοκόμος τις τούτων γέγονε φυτουργός· ἀλλ' ὁ θεῖος Λόγος, ἀμφιλαφεῖς τὰς τῶν ὀρῶν εἰργάσατο κορυφάς. Εἰ δὲ αὐτὸς ἐφύτευσε, πάντως ὅτι χρήσιμα· πάντα γὰρ ὅσα ἐποίησεν ὁ Θεὸς, καλὰ λίαν. Τοῦ μὲν Λιβάνου ὡς ἐπισήμου μνημονεύσας, καὶ τῶν ἐν αὐτῷ κέδρων, καὶ τὰ ἄλλα ὄρη καὶ δένδρα διὰ τούτων ἐδήλωσεν. Ἐκεῖ στρουθία ἐννοσσεύσουσι. Τοῦ ἐρωδιοῦ ἡ οἰκία ἡγεῖται αὐτῶν. Ὁ Ἀκύλας οὕτως ἔχει· Ἐκεῖ ὄρνεα νοσσεύσουσιν. Ἐρωδιῷ ἐλάται οἶκος αὐτῷ. Τὰ γὰρ αὐτὰ δένδρα ἄλλην μὲν ἀνθρώποις χρείαν, ἄλλην δὲ τοῖς ὀρνέοις παρέχει. Ἐποίησε σελήνην εἰς καιρούς· ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Τὰ κατὰ γῆν ἅπαντα διεξελθὼν, καὶ τῶν ἀοράτων φύσεων τὴν δημιουργίαν δείξας, καὶ τῶν οὐρανῶν ὑποδείξας τὴν ποίησιν, νῦν καὶ τῶν φωστήρων ποιεῖται τὴν μνήμην, οἳ κατὰ τὴν τετάρτην ἡμέραν ἐγένοντο. Οὐκ ἀσκόπως δὲ, οἶμαι τὰ δόξαντα ἐν τοῖς ἄνω παραλελεῖφθαι, ὅτε τὰ κατ' οὐρανὸν καὶ τὰ περὶ νεφῶν καὶ ἀνέμων ἐλέγετο, νῦν ὁ λόγος ἐπαναλαμβάνει, μετὰ τοσαῦτα μνημονεύσας αὐτῶν, ἀλλ' ὑπὲρ τοῦ διδάξαι, ὅτι καὶ ταῦτα χρείας ἕνεκεν ὑπέστη. Τάχα γὰρ, εἰ πρῶτον αὐτῶν ἐμνημόνευσεν, ἀφορμή τις κατελείπετο τοῖς ὡς θεῖα δεῖν αὐτὰ σέβειν ἡγουμένοις, καὶ ὡς αἴτια τῆς τῶν ἐπὶ γῆς ζώων τε καὶ καρπῶν συστάσεως. Τοῦτο γοῦν οἱ τῆς εὐσεβείας ἀλλότριοι νομίσαντες ὡρμήθησαν σέβειν ὡς θεοὺς ἥλιον καὶ σελήνην, ὡς ἂν τῆς ἡμετέρας γενέσεώς τε καὶ τροφῆς καὶ αὐξήσεως αἰτίους. Ἀλλ' οὐκέτι ὁ θεῖος λόγος τοῦτο παρίστησιν, ἀλλ' ὅτι καὶ τούτων ἐκτὸς ἡ καθόλου πρόνοια τοῦ Θεοῦ οὐ μόνον τὰ κατ' οὐρανὸν, ἀλλὰ καὶ τὰ ἐπὶ γῆς συνεστήσατο ζῶά τε καὶ φυτά. Τοῦτο καὶ Μωσῆς διδάξαι βουληθεὶς, πρῶτον εἰσήγαγε τὴν τῶν ἀπὸ γῆς φυτῶν γένεσιν, εἶθ' οὕτως τὴν τῶν φωστήρων σύστασιν. Καὶ νῦν δὲ ὁ ∆αυῒδ ἀνατρέχει πάλιν ἐπὶ τὴν ἐν οὐρανοῖς πρόνοιαν, δι' οὐδὲν ἕτερον τὴν σελήνην γεγενῆσθαι λέγων, ἢ πρὸς ἀριθμὸν καὶ διάγνωσιν μηνῶν τε καὶ ἡμερῶν· τὸ γὰρ, εἰς καιροὺς, τοῦτο δηλοῖ· τουτέστιν, εἰς τὸ διαγινώσκειν διὰ τῶν ἐν αὐτῇ τροπῶν τὰς τῶν καιρῶν μεταβολὰς, εἰς τὸ μῆνας ἀριθμεῖν καὶ ἐνιαυτούς. Αἱ γὰρ τῆς σελήνης ἀλλοιώσεις μετρεῖσθαι τὸν χρόνον παρασκευάζουσι· τοῦ γὰρ μηνὸς τὸ μέτρον αὕτη ποιεῖ ἐν τοσαύταις ἡμέραις αὐξάνουσά τε καὶ φθίνουσα· ὥστε ἡ τῆς σελήνης δημιουργία διὰ τὴν τῶν καιρῶν διδασκαλίαν γέγονεν· Οὐχ ἡ τυχοῦσα δὲ χρεία ἐντεῦθεν ἀνύεται ἐκ τοῦ καιροὺς εἰδέναι καὶ