466
παρασκευάζεσθαι πρὸς ἅπαντα· ὡς, εἰ μὴ τοῦτο ἦν, πάντα ἂν ἀπολώλει, οὔτε γεωργοῦ, οὔτε ναύτου, τοῦ μὲν τὴν γῆν ἀνατέμνειν, τοῦ δὲ τὴν θάλασσαν εἰδότος ἐν καιρῷ τῷ προσήκοντι. Αὕτη ἡ ἐκ τῶν καιρῶν τούτων γνῶσις οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ ἀλόγοις ἐπιτηδεία καὶ χρησιμωτάτη. Περὶ τῶν φωστήρων καὶ ἐν τῇ Γενέσει εἴρηται· Ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς· εἰς ση 23.1281 μεῖα μὲν ἐπομβρίας, αὐχμῶν, πνευμάτων κινήσεως· εἰς καιροὺς δὲ, τὰς τῶν ἀέρων ἐναλλαγὰς, χειμῶνος, ἔαρος, θέρους, μετοπώρου· ἃς εὐτάκτως ἡμᾶς περιοδεύειν τὸ τεταγμένον τῆς κινήσεως τῶν φωστήρων παρέχει· εἰς ἡμέρας δὲ, οὐχ ὥστε ἡμέρας ποιεῖν· ἡμέρα γὰρ καὶ νὺξ πρεσβύτερα τῆς τῶν φωστήρων γενέσεως· ἀλλ' ὥστε κατάρχειν τῶν ἡμερῶν· εἰς ἐνιαυτοὺς δὲ, ὅτι σελήνη μὲν, ἐπειδὰν δωδεκάκις τὸν ἑαυτῆς ἐκτελέσῃ δρόμον, ἐνιαυτοῦ ἐστι ποιητική· ἡλιακὸς δέ ἐστιν ἐνιαυτὸς ἡ ἀπὸ τοῦ αὐτοῦ σημείου ἐπὶ τὸ αὐτὸ σημεῖον τοῦ ἡλίου ἀποκατάστασις. Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυόμενοι ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τοῦ Θεοῦ βρῶσιν αὐτοῖς. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συναχθήσονται, καὶ ἐν ταῖς μάνδραις αὐτῶν κοιτασθήσονται. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! πάντα ἐν σοφίᾳ ἐποίησας· ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ, τουτέστι τὴν ὑπὸ τοῦ κρείττονος αὐτῷ διατεταγμένην. Μόνον γὰρ φωτίζειν ἔμαθεν ἥλιος· Οὐδ' ἀεὶ καὶ διαπαντὸς, τῆς δὲ ἡμέρας ἀρχὴν, ἀλλὰ καὶ ἐν νυκτὶ τοῖς ἐν ταύτῃ φαίνουσιν ἄστροις παραχωρεῖν τὸν οἰκεῖον ἀποτελεῖν δρόμον· ὅπως νυκτὸς γενομένης, καὶ ἐπιπολάσαντος τοῦ σκότους τῇ γῇ, ὑποσταλῆναι μὲν καὶ ἀναχωρῆσαι τὰ ἥμερα τῶν ζώων, ὅσα δέ ἐστιν ἄγρια θηρία, ταῦτα προσέλθοι ἐπὶ τὴν οἰκείαν τροφήν· ἐν οἰκείῳ γὰρ ἁρμόζοντι αὐτοῖς χρόνῳ, τῷ τῆς νυκτὸς διαστήματι. Σκύμνοι ὠρυόμενοι ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τοῦ Θεοῦ βρῶσιν αὐτοῖς· ὅτι μὴ καὶ αὐτοῖς ἐξανέτειλεν ἡ γῆ χόρτον ὥσπερ τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Ὁ Θεὸς ὡς τῶν ἁπάντων κηδεμὼν, καὶ τῆς τῶν πάντων διαμονῆς τε καὶ ζωῆς πρόνοιαν εἰσφέρων, τὰ μὲν ἐλαύνεσθαι ὑπὸ τῶν τοῦ ἡλίου μαρμαρυγῶν, καὶ ὥσπερ ἐχθρὸν φεύγειν τὸ φῶς ᾠκονομήσατο· τὰ δὲ ὡς τοῦ φωτὸς συγγενῆ ἐν ἡμέρᾳ προϊέναι, καὶ τὸν βίον αὐτῶν ἐν τῷ φωτὶ διάγειν συνεχώρησε· τῶν μὲν θηρίων εἰς τὰς μάνδρας αὐτῶν κοιταζομένων, τοῦ δὲ λογικοῦ ζώου ἐν ἡμέρᾳ καὶ φωτὶ προϊόντος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός· ζῶα μικρὰ μετὰ μεγάλων. Ἐν τούτοις παρίστησιν, ὅτι, ὥσπερ τὸ τῆς γῆς στοιχεῖον πολλῶν ἐστι ζώων γεννητικὸν καὶ θρεπτικὸν, τὸν αὐτὸν τρόπον καὶ ἡ ὑγρὰ οὐσία παμπληθῆ γένη ζώων τρέφει. Οὐ γὰρ κενοὺς τοὺς χώρους ὁ Θεὸς ἐποίησεν, ἀλλὰ ζώων πάντα ἐνέπλησε τὸν ἀέρα, τὴν γῆν, τὴν θάλασσαν· τὸν μὲν ὀρνίθων μόνον, τὴν δὲ τετραπόδων καὶ πτερωτῶν, τὴν δὲ ἀπείρων ἰχθύων· ὧν οἱ μὲν μείζους, οἱ δὲ ἐλάττους, καὶ τροφὴ τοῖς μείζοσιν οἱ ἐλάττονες, καὶ τὸ γένος οὐ δαπανᾶται. Καὶ τοῦτο δὲ τῆς θείας κηδεμονίας τεκμήριον, τὸ τὰ σμικρὰ γένη τοῖς μεγάλοις συνδιαιτᾶ 23.1284 σθαι, καὶ μὴ παντελῶς ὑπ' ἐκείνων καταναλίσκεσθαι· βόσκονται γὰρ οἱ δυνατώτεροι τοὺς καταδεεστέρους, καὶ οὐκ ἀνηλώκασιν, ἀλλὰ νικᾷ τὴν δαπάνην ἡ πρόσοδος. Τούτοις ἐοίκασιν ὅσοι τῶν ἀνθρώπων τοὺς καταδεεστέρους καταπίνουσιν. Ἀλλ' ἐκεῖ μὲν οὐκ ἔγκλημα τὸ γινόμενον· φύσεως γάρ ἐστι τὸ συμβαῖνον· σὺ δὲ οὐδὲ μίαν ἕξεις ἀπολογίαν, ὁ λόγῳ καὶ νόμῳ τετιμημένος καὶ πρὸς τὴν τῶν ἀλόγων σύγχυσιν ἑαυτὸν ἐξάγων. Ἑρπετά γε μὴν τοὺς ἰχθύας ὀνομάζει, διὰ τὸ ἄποδας αὐτοὺς οἱονεὶ ἐπισύρεσθαι τῷ ὕδατι, ὡς τὰ ἑρπυστικὰ τῇ γῇ.