468
χρηστότητος μεταδοῦναι. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσι. Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Περὶ ἀνθρώπων δὲ ὁ λόγος, καὶ οἶμαί γε διὰ τούτων τὴν τοῦ παρόντος αἰῶνος δηλοῦσθαι συντέλειαν, καὶ τὴν τοῦ μέλλοντος ἀνανέωσιν· ὡς ἂν μή τις ὑπονοήσῃ εἰς ἄπειρον κατατείνειν τὴν παροῦσαν τοῦ κόσμου σύστασιν, ἀλλ' ἔχοιμεν ἐλπίδας εἰς ἐκεῖνον τὸν νέον αἰῶνα καὶ τὴν ἀνάστασιν, ἣν ὁ λόγος παρίστησι μετὰ τὸ φάναι, Εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν, ἐπαγαγών· Ἐξαποστελεῖς τὸ πνεῦμά σου τὸ ζωοποιὸν, καὶ κτισθήσονται, ἐκ γῆς ἀνιστάμενοι, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς, τὸ κάλλος τῆς γῆς, δηλαδὴ τοὺς ἀπὸ γῆς πλασθέντας ἀνθρώπους. Ἐνταῦθα σαφῶς ἡμῖν καὶ τὴν ἀνάστασιν προεκήρυξε, καὶ τὴν διὰ τοῦ παναγίου Πνεύματος ἀναβίωσιν, καὶ τὸν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς τῶν ἀνθρωπίνων σωμάτων, ἀναπλασμόν· τήν τε εἰς τὸ αὖθις εἶναι παραγωγήν. Καὶ δείκνυσιν, ὡς αὐτός ἐστιν ὁ καὶ θανάτου καὶ ζωῆς δεσπότης. Οὐ γὰρ βούλεται τοῖς σκυθρωποῖς ἐνδιατρίβειν, ἀλλὰ τοσοῦτον εἰπὼν ὅσον φοβῆσαι, πάλιν ἐπὶ τὰ χρηστὰ ἐπανάγει τὸν λόγον, καὶ ὅπερ ἀλλαχοῦ εἴρηται, ὅτι καὶ θανάτου καὶ ζωῆς αὐτός ἐστι Κύριος, τοῦτο ἐνταῦθα δηλοῖ, καί φησι τοὺς εἰς τὸν χοῦν ἐπιστρέψαντας ὑπὸ τοῦ Πνεύματος κτίζεσθαι, καὶ ἀνακαινίζεσθαι τῶν ἀνθρώπων τὸ γένος· ἡ γὰρ ἀνάστασις εἰς τὸ ἀρχαῖόν ἐστιν ἀποκατάστασις. Ἀποστολὴν δὲ καλεῖ τοῦ Πνεύματος τὴν πρὸς τὸ ἐνεργεῖν αὐτοῦ συγκατάβασιν, οὐ τὴν ἐκ τόπου εἰς τόπον μετάβασιν· 23.1288 ὅτι Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, ὑφ' οὗ τὸ πρόσωπον τῆς γῆς ἀνακαινίζεται. Τοῦτο γὰρ κάλλος, τῆς οἰκουμένης τὰ ζῶα τὰ ἐν αὐτῇ, τὰ φυτὰ, τῶν ἀνθρώπων τὸ γένος· ὥστε δὲ ταῦτα συστῆναι, τῆς παρ' αὐτοῦ διδομένης χρεία πνοῆς καὶ ζωῆς· ἣν καὶ δοῦναι καὶ λαβεῖν αὐτῷ ῥᾴδιον, καὶ πάντα μετὰ τάχους καὶ εὐκολίας. Καὶ τοῦτο μάλιστα δείκνυσιν αὐτοῦ τὴν ἰσχύν. Ὁρᾷς καὶ ἐν τῷ παρόντι βίῳ μελετωμένην τὴν ἀνάστασιν ἐν τοῖς σπέρμασιν, ἐν τοῖς φυτοῖς, καὶ ἐν αὐτῷ τῷ γένει τῶν ἀνθρώπων. Καὶ ζῶα γὰρ καὶ φυτὰ κατ' ἔσχατον ἀπήχημα τῆς ζωῆς ἔχουσι τὸ εἶναι, ἧς ἀνταναιρουμένης κατὰ τὸ λόγιον, ἐκλείπει πᾶσα ζωὴ, καὶ πρὸς ἓν τὰ ἐκλελοιπότα τῇ πρὸς τὸ μετέχειν αὐτῆς ἀσθενείᾳ πάλιν ἐπιστρεφόμενα, πάλιν ζῶα γίνεται. Τὸ δὲ θειότατον, ὅτι καὶ ὅλως ἡμᾶς, ψυχάς φημι καὶ τὰ συζυγῆ σώματα, πρὸς παντελῆ ζωὴν καὶ ἀθανασίαν ἐπήγγελται μεταθήσειν· πρᾶγμα τῇ παλαιότητι μὲν ἴσως παρὰ φύσιν δοκοῦν, τῇ δὲ ἀληθείᾳ καὶ θεῖον καὶ ὑπὲρ φύσιν τὴν καθ' ἡμᾶς, οὐ τὴν πανσθενῆ· αὐτῇ γὰρ οὐδὲ μία ζωὴ παρὰ φύσιν, ἢ ὑπὲρ φύσιν, ὥστε οἱ περὶ τούτων τῆς παροινίας Σίμωνος ἀντιῤῥητικοὶ λόγοι ἀπεληλάσθωσαν. Τινὲς δὲ οὕτω νοοῦσι τοὺς στίχους· Ἀποστελεῖς τὸ Πνεῦμά σου, τὸ διὰ τοῦ ἁγίου βαπτίσματος ἐπιφοιτῶν, καὶ κτισθήσονται εἰς καινὴν κτίσιν, εἰς νέον λαόν· ὡς νοεῖσθαι τὴν μὲν προτέραν ἑρμηνείαν περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως, ὅτε καὶ ἡ γῆ ἀνακαινισθήσεται καὶ ἀπαλλαγήσεται τῆς φθορᾶς, τὴν δὲ δευτέραν περὶ τῆς ἐκ βαπτίσματος παλιγγενεσίας. Ἤτω ἡ δόξα Κυρίου εἰς τὸν αἰῶνα· εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται. Ἄσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. Ἐπειδὴ ταῦτα δεδίδαγμαι, φησὶ, τούτου χάριν πᾶσαν τὴν ζωήν μου εἰς ὕμνον καταναλώσω τῷ δημιουργῷ· καὶ ἕως ἂν ζῶ καὶ ὑπάρχω ἐν τῷ βίῳ τούτῳ τὸν ὀφειλόμενον ψαλμὸν ἀποδώσω τῷ Θεῷ μου. Πολλὴν δὲ ἐμφαίνει διάθεσιν καὶ οἰκείωσιν πρὸς τὸν Θεὸν ἡ προσθήκη. Οὐ γὰρ εἶπε, ψαλῶ τῷ Θεῷ, ἀλλὰ, τῷ Θεῷ μου. Ἔοικε γὰρ φάσκειν, τῷ κτίσαντί με καὶ θρέψαντι καὶ πάντων αἰτίῳ μοι γεγονότι τῶν ἀγαθῶν. Ὠδὴν δὲ ἐνταῦθα λέγει οὐ τὴν διὰ τῶν ῥημάτων, ἀλλὰ καὶ τὴν διὰ τῶν ἔργων. Ἐπειδὴ γὰρ εὗρεν ἑαυτὸν πολλῶν ὄντα ὑπεύθυνον τῷ Θεῷ, καὶ