469
ἀντίδοσιν οὐδεμίαν ἀξίαν δυνάμενον καταβαλεῖν, ἣν ἔχει, ταύτην κατατίθησι, τὸ διηνεκῶς ὑμνεῖν, τὸ πᾶσαν εἰς τοῦτο δαπανῆσαι τὴν ζωήν. Ἀκουέτωσαν οἱ πραγματείαις καὶ καπηλείαις διὰ πάσης κατασηπόμενοι τῆς ἡμέρας, καὶ οὐδὲ ἅπαξ εἰς εὐχὴν τρεπόμενοι, ὅσον εἰσὶν ὑπεύθυνοι τῷ Θεῷ· τοῦτο τῆς ζωῆς τὸ κέρδος, τὸ εὐλογεῖν τὸν Θεὸν, ἐπὶ τούτῳ καὶ ζῇν ἄξιον. Εἰκότως δὲ προσέθηκε, ἐν τῇ ζωῇ μου, καὶ τὸ, ἕως ὑπάρχω, ψαλῶ τῷ Θεῷ. Οὐ γάρ ἐστιν ἐν θανάτῳ ὁ μνημονεύων αὐτοῦ, ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεται; Οὕτως ἀπεκλείσθη ταῖς μωραῖς παρθένοις τοῦ νυμφῶνος ἡ θύρα, τὸν τῆς λαμπα 23.1289 δηφορίας καιρὸν εἰς ἀγορασίαν ἐλαίου δαπανώσαις. Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου· ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. Εἴη, φησὶ, τοιαῦτά με ᾆσαι καὶ ψάλαι, ὡς ἡδυνθῆναι αὐτῷ τὸν ἐμοῦ καρπὸν, τὴν διαλογήν μου· τουτέστι τὴν διάλεξίν μου, τὴν ὁμιλίαν μου, τὴν αἴνεσιν· ὁ γὰρ ψάλλων Θεῷ διαλέγεται. Τί δέ ἐστιν, Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου; εὐπρόσδεκτος γένοιτο, ἀρέσαι δεχθείη, ἡδίστη καὶ τερπνοτάτη ὀφθείη τῷ Θεῷ. Ἄρα ἡ εὐχὴ οὐδὲν ἕτερόν ἐστιν ἢ διάλεξις πρὸς Θεόν. Ἐννόησον τοίνυν τὴν ψαλμῳδίαν, ἐν αὐτῇ τὴν ἀμοιβὴν ἔχουσαν. Τί γὰρ ἴσον γένοιτ' ἂν τοῦ Θεῷ διαλέγεσθαι; Ἡ τοιαύτη θορύβων ἀπαλλάττεται ψυχὴ, εἰς τὸν οὐρανὸν μεθίσταται, τῶν συνδέσμων τοῦ σώματος ἀπολύεται, πτεροῦται, κουφοτέρα καθίσταται, ἀποτίθεται τὰ πάθη, ἀποδύεται τὰ νοσήματα. Εἰ γὰρ ἀνθρώπῳ τις συνετῷ καὶ νοῦν ἔχοντι διαλεγόμενος, ἀπὸ τῆς ὁμιλίας τι κερδάνας ἀπέρχεται, ὁ πρὸς τὸν Θεὸν ὁμιλῶν, ἐννόησον πόσην καρπώσεται τὴν ἀρετήν. Ἄρα ὕμνος τοῦτό ἐστιν ἡ πρὸς Θεὸν ὁμιλία. Πῶς δ' ἂν αὕτη ἡδυνθείη τῷ Θεῷ; Εἰ βίος εἴη καθαρὸς, εἰ ψυχὴ φιλοσοφοῦσα. Ὅταν γὰρ πᾶσαν ἀναλώσῃς τὴν ἡμέραν εὐχόμενος, τῆς πολιτείας ἀντιπραττούσης, οὐκ ἀκουσθήσῃ ῥᾳδίως, οὐ μόνον αὐτὸς, ἀλλ' οὐδ' ἕτερος ὑπὲρ σοῦ τοῦτο ποιῶν. Ταῦτα δὲ λέγω, οὐχ ἵνα μὴ προσευχώμεθα, οὐδ' ἵνα μὴ ψάλλωμεν, ἀλλ' ἵνα μετὰ τοῦ ψάλλειν καὶ βίου καὶ πολιτείας ἐπιμελώμεθα. Νοήσεις δὲ τὸν στίχον καὶ οὕτως· Πολλοὶ κατὰ συναρπαγὴν παρηλλαγμένως τὰς κρίσεις ἐκφέρουσι, πρὸ καταλήψεως τῆς ἐξ ἱκανοῦ λόγου, καὶ ἐπιπλεῖον ἐρευνηθέντος, ἐγγινομένης, ἀβασανίστως κατὰ προπέτειαν τὰς περὶ ἑκάστου δόγματος ῥιπτοῦντες συγκαταθέσεις. Ἡ δὲ τῆς διαλεκτικῆς φύσις μάλιστα πεπίστευται ταῦτα παρέχειν δύνασθαι, διαιρεῖν ἀκριβῶς τὰς τῶν πραγμάτων φύσεις καὶ τὰ ὅμοια γνωρίζειν, καὶ τὰ ἑαυτῆς διακρίνειν. ∆ιόπερ συνειδὼς ἑαυτῷ τὴν θείαν διαλεκτικὴν ἔχοντι, ἔλεγεν ὁ ∆αυῒδ τὸ, Ἡδυνθείη σοι ἡ διαλογή μου. Ἡ γὰρ τῶν ἐριστικῶς καὶ φιλονείκως ἐπεμβαινόντων τοῖς πράγμασι διαλεκτικὴ, οὐχ ἡδεῖα, ἀλλὰ παραπικραίνουσά τίς ἐστιν. Ὅτι μὲν οὖν ἡδὺς Θεῷ λόγος ὁ εἰς ὀρθότητα βλέπων, αὐτὸς ἐν τῷ ᾄσματι λέγει· Κηρίον ἀποστάζουσι χείλη σου, ἀδελφή μου νύμφη· μέλι καὶ γάλα ὑπὸ τὴν γλῶσσάν σου. Ὅτι δὲ ὁ ψυχρολογεῖν εἰωθὼς ἀκαλλὴς, ἡ ψαλμῳδία παρίστησι· Τάφος γὰρ, φησὶν, ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν. Ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. Εὔχομαι, φησὶ, ταύτην μου τὴν ὑμνῳδίαν καὶ διάλεξιν ἡδίστην ὀφθῆναι τῷ Θεῷ. Τούτου γὰρ γενομένου, ἐγὼ τὴν ἐντεῦθεν εὐθυμίαν καρπώσομαι, καὶ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ, τουτέστιν ἐπὶ τῇ λατρείᾳ, ἐπὶ τῇ προσκυνήσει καὶ τοῖς ἐπιτάγμασι τοῖς αὐτοῦ, ἐπὶ τῷ τοιοῦτον ἔχειν δεσπότην. Καλὰ μὲν γὰρ καὶ τὰ ὁρώμενα, καὶ τέρπει ὁ οὐρανὸς, καὶ εὐφραίνει ὁ ἥλιος, καὶ γῆ ἀνίησι σπέρματα καὶ φυτά· ἀλλ' ἐγὼ τούτων πάντων ἐπὶ τῷ ποιήσαντι πλέον εὐφραίνομαι. Τοῦτό μοι τρυφὴ, τοῦτό μοι εὐφροσύνη, τοῦτο ἡδονὴ, τοῦτο τὰ μυρία ἀγαθά. 23.1292 Ἐκλίποισαν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Ἐν ἐκείνῳ δηλονότι τῷ καιρῷ, ἀκούσονται γὰρ, Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἐπείνασα γὰρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα,