470
καὶ οὐκ ἐποτίσατέ με· ξένος ἤμην, καὶ οὐ συνηγάγετέ με· γυμνὸς, καὶ οὐ περιεβάλετέ με· ἀσθενὴς καὶ ἐν φυλακῇ, καὶ οὐκ ἐπεσκέψασθέ με· καὶ οὐκ ἔσονται ἐν τῇ μερίδι τῶν εὐλογούντων τὸν Θεόν. Ἀλλ' ἐρεῖ τις τυχόν· Ἆρ' οὖν ὁ μακάριος Προφήτης κατεύχεται τῶν ὄντων ἐν ἁμαρτίαις, καὶ πάντας ἀπολέσθαι καὶ ἀφανισθῆναι βούλεται; Καίτοι μᾶλλον ἐχρῆν ἅγιον ὄντα καὶ πνευματοφόρον ὑπερεύχεσθαι τῶν ἠσθενηκότων. Ἄκουε λοιπὸν, ἐρῶ γὰρ διὰ βραχέων· πρὸ μὲν τῆς τοῦ Σωτῆρος ἐπιδημίας ἅπαντες ἦμεν ἐν ἁμαρτίαις, κατεκράτει τῆς ὑπ' οὐρανὸν ὁ Σατανᾶς, οὐκ ἦν ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνός· πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν. Ἕλληνες μὲν γὰρ οἱ τῶν εἰδώλων προσκυνηταὶ, τοὺς τῆς ἐπιεικείας οὐκ ᾔδεισαν τρόπους, τῆς εὐζωΐας τὴν ὁδὸν οὐκ ἠπίσταντο· μᾶλλον δὲ οὐδὲ αὐτὸν ἐγίνωσκον ὅλως τὸν τῶν ὅλων γενεσιουργὸν καὶ Σωτῆρα Χριστόν· Ἰουδαῖοι δὲ πάλιν εἶχον μὲν νόμον τὸν παιδαγωγόν· ἀλλ' οὐκ ἦν ἐν νόμῳ δικαιωθῆναι τὸν ἄνθρωπον. Οὐκοῦν ἅπαντες ἦμεν ἐν ἁμαρτίαις, ἀνομίας ἦν πλήρης ἡ γῆ. Ἐπειδὴ δὲ ἐπέφανεν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ γέγονεν ἄνθρωπος, ἐξέλιπον οἱ ἁμαρτωλοὶ, ἐκλελοίπασιν οἱ ὄντες ἐν ἀνομίαις. Πῶς ἢ τίνα τρόπον; δεδικαίωκε γὰρ ἅπαντας, ἀπήλλαξε τῶν πεπλημμελημένων, ἐλευθέρους ἀπέφηνε καὶ διεσμηγμένους. Οὐκοῦν ὀλίγοι γεγόνασιν οἱ ἐν ἁμαρτίαις, πολλοὶ δὲ λίαν οἱ δεδικαιωμένοι· ὥστε ἐνταῦθα οὐ τὴν οὐσίαν ἀφανισθῆναι εὔχεται, οὔτε τοὺς ἀνθρώπους πανολεθρίᾳ παραδοθῆναι· ἀλλὰ τὴν πονηρίαν ἐκλίποι ἁμαρτωλὸς, ὥστε μὴ εἶναι ἁμαρτωλὸς, ἀλλὰ μετατεθῆναι· μὴ ὑπάρχοι ὁ ἄνομος, ἀλλὰ μεταβληθῆναι. Τοιαύτας γὰρ αἱ τῶν ἁγίων ψυχαὶ οὐχ ὑπὲρ ἑαυτῶν μόνον, ἀλλ' ὑπὲρ τῆς οἰκουμένης ἁπάσης τὰς δεήσεις ἀναφέρουσι. Καὶ νῦν τοίνυν ὁ ∆αυῒδ, τὸ θεῖον κάλλος κατὰ τὸν ἀπόῤῥητον πλοῦτον, ὡς ἐνῆν ἀνθρωπείᾳ φύσει διεξελθὼν, πάντας ἀνθρώπους ἱμείρετο τῆς αὐτῆς μεταλαχεῖν γνώσεως, καὶ τὴν τῶν ἁμαρτωλῶν πάμπαν ἐκλεῖψαι συμμορίαν ἱκετεύει· οὐκ αὐτοὺς ἀπολέσθαι παρακαλῶν, ἀλλὰ μεταβληθῆναι δεόμενος, καὶ παύσασθαι αὐτῶν τὸ στίφος ἀντιβολῶν, μεταταξαμένων καὶ μεταμαθόντων τὰ θεῖα. Ὥστε μάτην οἱ ἐριστικοὶ εἰς συνηγορίαν τῆς ἑαυτῶν πικρίας τὰς τοιαύτας φωνὰς παρατίθενται· τὸν ∆αυῒδ ἐκλείπειν τὸν ἁμαρτωλὸν ποθοῦντα, καὶ αἰσχύνην καὶ ἐντροπὴν τῶν ἐχθρῶν κατευχόμενον· τὸν Ἱερεμίαν ἰδεῖν τὴν παρὰ τοῦ Θεοῦ ἐκδίκησιν ἐκ τῶν ἐναντίων ἐπιθυμοῦντα· τὸν Ὠσηὲ μήτραν ἀτεκνοῦσαν καὶ μαστοὺς ξηροὺς δοθῆναι τοῖς ἐχθροῖς δεόμενον· καὶ πολλὰ τοιαῦτα σποράδην ἐγκείμενα ταῖς θείαις Γραφαῖς ἀναλέγονται, συνιστάμενοι τῷ δεῖν τῶν ἐναντίων κατεύχεσθαι, καὶ τῆς ἑαυτῶν πικρίας συνεργὸν ποιεῖσθαι τὴν τοῦ Θεοῦ ἀγαθότητα. 23.1293 Ἀλλ' οὐδεὶς τῶν ἀληθῶς ἁγίων, ὧν αἱ ῥήσεις κατὰ θείαν οἰκονομίαν εἰς νουθεσίαν τῶν ἐφεξῆς ἀνεγράφησαν, ἐπί τινι κακῷ τὴν σπουδὴν ἔχων ἐπιδειχθήσεται, ἀλλὰ πᾶς αὐτοῖς ὁ σκοπὸς τῶν λόγων πρὸς διόρθωσιν τῆς ἐμπολιτευομένης τῇ φύσει κακίας βλέπει. Ὥσπερ τοίνυν ὁ εὐχόμενος μὴ εἶναι νοσοῦντας, μὴ εἶναι πτωχεύοντας, οὐ τῶν ἀνθρώπων ἀναίρεσιν, ἀλλὰ τῆς νόσου καὶ τῆς πτωχείας ἀφανισμὸν ἐπιθυμεῖ γενέσθαι· οὕτω καὶ τῶν ἁγίων ἕκαστος τὸ τῇ φύσει πολέμιον, εἰς ἀφανισμὸν ἐλθεῖν εὔχονται. Ὅταν γὰρ ὁ Ψαλμῳδὸς εἴπῃ· Ἐκλίποισαν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτοὺς, τὴν ἁμαρτίαν ἐκλιπεῖν καὶ τὴν ἀνομίαν εὔχεται. Οὐ γὰρ ἄνθρωπος ἀνθρώπῳ πολέμιος, ἀλλ' ἡ κατὰ κακίαν τῆς προαιρέσεως κίνησις εἰς ἐχθροῦ τάξιν τὸ τῇ φύσει συνημμένον κατέστησε. Τὸ κακὸν τοίνυν ἐκλιπεῖν εὔχεται· ὁ δὲ ἄνθρωπος κακὸν οὐκ ἔστι. Πῶς γὰρ ἂν εἴη κακὸν τοῦ ἀγαθοῦ τὸ ὁμοίωμα; Οὕτως κἂν αἰσχύνην καὶ ἐντροπὴν τῶν ἐχθρῶν κατεύχηται, δείκνυσί σοι τὸ στίφος τῶν ἐναντίων, ἐκ τοῦ ἀοράτου τῇ ἀνθρωπίνῃ προσπολεμούντων ζωῇ. Ὅτι δὲ οὐκ ἀνθρώπων, ἀλλὰ δαιμόνων κατεύχεται, δηλοῖ τῆς