471
εὐχῆς τὸ εἶδος· Αἰσχυνθήτωσαν γὰρ, φησὶν, οἱ ζητοῦντες τὴν ψυχήν μου, τοῦ ἐξᾶραι αὐτήν. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ ἐντραπήτωσαν οἱ θέλοντές μοι κακά. Κομισάσθωσαν παραχρῆμα αἰσχύνην αὐτῶν οἱ λέγοντές μοι, Εὖγε, εὖγε. Ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, Κύριε, καὶ εἰπάτωσαν διαπαντὸς, Μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου. Μόνοι γὰρ οἱ δαίμονες εἰς ψυχὴν ἐπιβουλεύουσι· ψυχῆς δὲ ἐπιβουλὴ Θεοῦ ἀλλοτρίωσις διὰ τῆς ἐμπαθοῦς γινομένης διαθέσεως. Ὡς ἂν οὖν μὴ τοῦτο πάθοι, αἰσχύνην τῶν ἀντιπαλαιόντων εὔχεται. Τοῦτο δὲ οὐδὲν ἄλλο ἐστὶν ἢ ἑαυτῷ νίκην κατὰ τῶν πολεμίων ἐπεύξασθαι· οἱ δὲ πολέμιοι τὰ πάθη εἰσίν. Οὕτως Ἱερεμίας ζῆλον τῆς θεοσεβείας ἔχων, εἰδωλολατροῦντος τοῦ βασιλέως καὶ τοῦ λαοῦ, οὐκ ἴδιόν τι θεραπεύει πάθος, ἀλλ' ὑπὲρ τοῦ κοινοῦ τῶν ἀνθρώπων προσάγει τῷ Θεῷ τὴν δέησιν, τῇ κατὰ τῶν ἀσεβησάντων ὁρμῇ ἅπαν σωφρονισθῆναι ἀξιῶν τὸ ἀνθρώπινον. Καὶ Ὠσηὲ δὲ πολυγονοῦσαν τότε τὴν κακίαν ἐν τοῖς Ἰσραηλίταις τῇ ἀτεκνίᾳ καταδικάζει, καὶ τὰς πικρὰς θηλὰς τῆς ἁμαρτίας ξηρανθῆναι βούλεται, ὡς ἂν μήτε τίκτοιτο ἐν τοῖς ἀνθρώποις τὸ κακὸν, μήτε τρέφοιτο. Καὶ εἴ τις ἄλλος τοιοῦτος ἐν τοῖς ἁγίοις εὑρεθῇ λόγος θυμοῦ ἔμφασιν ἔχων, πρὸς τὴν τοιαύτην πάντως διάνοιαν βλέπει, ἢ ἐξορίζει τὸ κακόν· οὐκ ἐπιτρίβει τὸν ἄνθρωπον. Εἰ δέ τις ἑτέρως τὰ τοῦ ∆αυῒδ νοεῖν βούλεται, ὡς τοῦ Προφήτου τοὺς δυσσεβείᾳ συζῶντας ἀραῖς ὑποβάλλοντος· καὶ οὕτως εὑρήσει τῇ ἀποστολικῇ διδασκαλίᾳ τὴν προφητείαν συμβαίνουσαν. Παῦλος γὰρ Κορινθίοις ἐπιστέλλων, τοιοῦτον ἀκροτελεύτιον τέθεικεν· Εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν, ἤτω ἀνάθεμα. Ἴδιον γὰρ τῶν θερμῶς ἀγαπώντων τὸ μισεῖν τοὺς μισοῦντας τὸν ἀγαπώμενον. Τάχα δὲ καὶ τὴν 23.1296 μετὰ τὴν ἀνάστασιν διὰ τούτων ὁ ∆αυῒδ σημαίνει κατάστασιν, ὅτε καὶ εὐφραίνεσθαι τὸν Κύριον ἐπὶ τοῖς ἔργοις αὐτοῦ λέγει, ἐκλιπόντων τῶν ἁμαρτωλῶν ἀπὸ τῆς γῆς. Πῶς γάρ τις ἐξ ἁμαρτίας ὀνομασθήσεται, τῆς ἁμαρτίας οὐκ οὔσης; Τοιαῦτα εὔχου καὶ σύ· Ἄνοιξον, Κύριε, τὴν πλουσίαν σου χεῖρα εἰς χορηγίαν πνευματικῆς εὐεργεσίας· ἵνα ἡ πικροτάτη καὶ ἀπηνής μου ψυχὴ πλησθῇ χρηστότητος. Ἀπόστειλον τὸ Πνεῦμά σου τὸ ἅγιον, καὶ ἀνακαίνισον τὴν κατεφθαρμένην μου γῆν, ἵνα τότε εὐφρανθῶ ἐπὶ τοῖς ἔργοις σου, τῶν δαιμονικῶν μαγγανευμάτων ἐκλιπόντων ἀπὸ τῆς καρδίας μου. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Ἐνταῦθα καταλύσας τὸ πᾶν εἰς δοξολογίαν, εἰς εὐφημίαν τῷ αὐτῷ στίχῳ συγκλείει τὸν ψαλμὸν, ἀσφαλῆ μετὰ τοῦ θεμελίου τὸν ὄροφον ἐπιθεὶς τῷ λόγῳ, καὶ τῷ προοιμίῳ ἐοικὸς τὸ τέλος ἐπαγαγών. Σὺ γὰρ, φησὶν, ὦ ψυχὴ, ἐνδελεχῶς τὸν σὸν ὕμνει δημιουργὸν καὶ Σωτῆρα. Αὐτὸς γὰρ καὶ τοῦ τῶν πονηρῶν ἀποστήσει κλήρου, καὶ τῶν ἁγίων ἀξιοῦσθαι ποιήσει. Καὶ ἀρχὴν τοῦ λόγου καὶ τέλος τὴν εἰς αὐτὸν εὐλογίαν ποιοῦ. Εὐλογία γὰρ Θεοῦ διηνεκὴς εἰς εὐζωΐαν ῥυθμίζει τὸν ἡμέτερον βίον. ἈΛΛΗΛΟΥΙΑ. Ρ∆ʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ· ἀπαγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔργα αὐτοῦ. Ἄσατε αὐτῷ καὶ ψάλατε αὐτῷ, διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ. Τῶν ἐπιγεγραμμένων Ἀλληλούϊα πρῶτος ὁ παρὼν τυγχάνει ψαλμός. Ἔστι δὲ τὸ Ἀλληλούϊα παρακέλευσις μυστικὴ πρὸς τὴν τοῦ Θεοῦ ὑμνῳδίαν τὴν ἀκοὴν ἐπεγείρουσα· ἵνα τοιοῦτον ᾖ τούτου τὸ σημαινόμενον, Αἰνεῖτε τὸν Κύριον. Ἐν οἷς γὰρ μέρεσι τῆς ἁγίας Γραφῆς αὕτη πρόσκειται ἡ φωνὴ, ἡ λέγουσα, Αἰνεῖτε τὸν Κύριον, διὰ τοῦ Ἀλληλούϊα ἐν ταῖς Ἑβραϊκαῖς φωναῖς τὸ τοιοῦτον σημαίνεται. Τὸ μὲν Ἀλληλοὺ αἶνος νοεῖται, ὃς εἰς Θεὸν τὴν ἀναφορὰν ἔχει· τὸ δὲ Ἴα ἓν τῶν ἑρμηνευτικῶν τῆς φύσεως τῆς θείας ἐστὶν ὄνομα. Ὅλον δὲ κοινῇ τὸ, Ἀλληλούϊα, Αἶνος Θεοῦ ἑρμηνεύεται. Ὅταν