472
τοίνυν τοῦτο τὸ ῥῆμα προγεγραμμένον ᾖ τῆς ψαλμῳδίας, νοητέον ἂν εἴη τὸ δεῖν πάντως τὸ ὑποκείμενον εἰς δοξολογίαν ἄγειν Θεοῦ. Οὕτω καὶ τοῖς τελευταίοις μάλιστα τῆς βίβλου τῶν ψαλμῶν αἱ πολλαὶ τῶν τοιούτων ἐπιγραφαὶ ἐφευρίσκονται, δι' ὧν ἔστιν ἐννοεῖν, ὅτι τοῖς ἤδη πρὸς τὸ τέλειον φθάσασι τῆς κατ' ἀρετὴν πολιτείας, καὶ διὰ τῶν προλαβόντων σῆς ψαλμῳδίας τμημάτων κατὰ τὴν νοηθεῖσαν ἐπ' αὐτῶν θεωρίαν ἐκκαθαρθεῖσιν, ἁρμόζει τὸ αἰνεῖν τὸν Θεὸν, καὶ ἐν τούτοις εἶναι, ἐν οἷς καὶ ἡ τῶν ἀγγέλων φύσις εἶναι πεπίστευται. Οὔτε γὰρ ἐκείνων μεμαθήκαμεν ἀσχολίαν ἄλλην τινὰ πλὴν τοῦ αἰνεῖν τὸν Θεὸν, οὔτε τοῖς κατ' ἀρετὴν τελείοις ἕτερόν τι σπουδάζεται ἢ τὸ τὴν ζωὴν ἑαυτοῦ αἶνον εἶναι Θεοῦ παρασκευάσαι. Ἐπεὶ τοίνυν οἱ τὴν ἐπιγραφὴν ἔχοντες τοῦ Ἀλληλούϊα, πάντες σχεδὸν τῷ τελευταίῳ τμήματι τῆς ψαλμῳδίας εὑρίσκονται, σαφῶς ἔστι κατανοῆσαι, καὶ ὅτι πάσης ὑπέρκειται τῆς ὑψηλῆς διὰ τῶν ψαλμῶν ἀναβάσεως τὸ τελευταῖον τμῆμα τῆς ψαλμῳδίας, ἐν ᾧ τὸ πλεῖστον Θεοῦ αἶνός ἐστιν, ἤτοι εἰς τὸ αἰνεῖν τὸν Θεὸν παρα 23.1297 κέλευσις. Προστάττει μέντοι ἐν τῷ μετὰ χεῖρας ψαλμῷ τοῖς ἁγίοις ἀποστόλοις τὸ Πνεῦμα τὸ ἅγιον τῷ ἐξ ἐθνῶν λαῷ φανερὰς ποιῆσαι πάσας τὰς θαυματουργίας, ἃς πεποίηται ἐπὶ τῆς αὐτοῦ παρουσίας ὁ Κύριος· ναὶ μὴν καὶ ὅσα εὐηργέτησε τὸν πάλαι λαὸν, καὶ οἷον ἀνθ' οἵου ἐποίησεν. Ἔτι δὲ ἐν τούτῳ καὶ μνήμη τῶν πρὸς τοὺς πατριάρχας ὑπὸ τοῦ Θεοῦ γεγενημένων ὑποσχέσεων, καὶ τῶν δι' ἐκείνους ὑπ' αὐτοῦ παρασχεθέντων ἀγαθῶν τοῖς ἐκείνων ἐκγόνοις. Ἱκανὴ γὰρ τούτων ἡ μνήμη τοὺς τοσούτων εὐεργεσιῶν ἀπολαύσαντας εἰς ζῆλον τῆς τῶν προγόνων ἀρετῆς ἐρεθίσαι. ∆ιδάσκει δὲ κατὰ ταὐτὸ καὶ τὸν νέον λαὸν, ἤγουν τοὺς ἐξ ἐθνῶν ὡς οὐκ ἀδίκως τὸν ἀχάριστον ἐκεῖνον λαὸν τῆς οἰκείας κηδεμονίας ἐγύμνωσεν, ὡς ὁμοῦ ἐκ τῆς κατ' ἐκείνων ἐξενεχθείσης ψήφου τὸ δίκαιον καταμάθοιεν, καὶ τῆς ἀχαριστίας ὁρῶντες τὰ ἐπίχειρα, μὴ τὴν αὐτὴν Ἰουδαίοις βαδίζοιεν, ἀλλὰ τὴν εὐθεῖαν ὁδὸν ὁδεύοιεν. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ. ∆ιπλῆς οὔσης ἐν τῇ γραφικῇ συνηθείᾳ τῆς κατ' ἐξομολόγησιν σημασίας, καὶ νῦν μὲν τὴν ἐξαγόρευσιν, αὖθις δὲ τὴν εὐχαριστίαν ἐνδεικνυμένης, ἐνταῦθα κατ' ἀμφοτέρας τὰς ἐννοίας πρὸς τὸν κατ' ἀρετὴν βίον χειραγωγούμεθα· ἥ τε γὰρ ἐξαγόρευσις χωρισμόν τινα καὶ ἀλλοτρίωσιν τῶν κακῶν ἀπεργάζεται, τό τε πρὸς τὴν εὐχαριστίαν πρόθυμον πλεονάζει, καὶ τὴν περὶ τοῦ εὐεργέτου χάριν ἐπὶ τῶν εὐαισθήτως δεχομένων τὰς εὐποιίας. Παρακελεύεται τοίνυν ὁ λόγος τὴν εὐχαριστήριον ὑμνῳδίαν προσφέρειν, καὶ διηγεῖσθαι τὰς θείας εὐεργεσίας. Τὸ γὰρ ἐπικαλεῖσθε, κηρύσσετε ὁ Σύμμαχος ἡρμήνευσεν· ἕτερος δὲ ἑρμηνευτής φησι, Καὶ ἐπικαλεῖσθε ἐν ὀνόματι αὐτοῦ· μέγα τι αἰνιττόμενος. Ἂν γὰρ ἐξομολογήσῃ, φησὶ, καὶ ἀποθῇς τὰ ἁμαρτήματα, δυνήσῃ, μετὰ παῤῥησίας τὸ ὄνομα αὐτοῦ καλέσας, μεγάλα ἐργάσασθαι ἀγαθά. Οὐ μάτην δὲ ἐξομολογεῖσθαι πρότερον, καὶ δεύτερον ἐπικαλεῖσθαι βούλεται· ἀλλ' ἵνα, καθαροὶ διὰ τῆς ἐξαγορεύσεως γενόμενοι, ἐκ καθαροῦ ὀργάνου τὸν ὕμνον προσενέγκωμεν. Ἐπαγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔργα αὐτοῦ. Ὁ μετὰ χεῖρας αἶνος τὴν ἱστορίαν ἐπιτέμνεται τὴν ἀπὸ Ἀβραὰμ καὶ ἐπὶ ἔξοδον τῶν υἱῶν Ἰσραὴλ τὴν ἀπὸ Αἰγύπτου· ἣν καὶ ἐπαγγέλλειν τοῖς ἔθνεσι τὸ θεῖον Πνεῦμα παρακελεύεται, ὥστε διὰ τούτων δηλῶν ἐστιν, ὡς ὄνησιν οὐκ Ἰουδαίοις μόνον, ἀλλὰ καὶ τοῖς ἐξ ἐθνῶν πραγματεύεται, τοῦ Πνεύματος τοὺς τῶν ἐθνῶν διεγείροντος κήρυκας εἰς τὸ ζητεῖν τὸν Κύριον καὶ κηρύσσειν τὰ περὶ αὐτοῦ διηγήματα. Καὶ ταῦτα μεθ' ὕμνων· φησὶ γοῦν· Ἄσατε αὐτῷ καὶ ψάλατε αὐτῷ· διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ. Βούλεται ἀπαγγελθῆναι τοῖς ἔθνεσιν, ὡς ἀγνοοῦσι καὶ μηδέπω μεμαθηκόσιν, ὁποίας πάλαι πρότερον εὐεργεσίας ὁ Θεὸς τῷ προτέρῳ λαῷ παρέσχετο· καὶ ὅπως, μυρίων ἀγαθῶν παρὰ τοῦ Θεοῦ τετυχηκότες, παρέβησαν ἀσεβήσαντες· καὶ ὡς διὰ τὰς παρανομίας αὐτῶν