473
τῆς θείας ἐπισκοπῆς ἐκπεπτώκασι. Κελεύει δὲ καὶ ἑρμηνέας γίνεσθαι καὶ σαφηνιστὰς τῶν ἐν τοῖς θείοις λογίοις ἀποῤῥήτων· ἅπερ ἂν εἴη τὰ θαυμάσια αὐτοῦ· καὶ ἁπλῶς ὑμνῳδίαις αὐτὸν ἀμείβεσθαι καὶ τὰ παρ' αὐτοῦ γενόμενα τοὺς ἀγνοοῦντας διδάξαι θαυμάσια. 23.1300 Ἐπαινεῖσθε ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ· εὐφρανθήτω καρδία ζητούντων τὸν Κύριον. Ζητήσατε τὸν Κύριον, καὶ κραταιώθητε· ζητήσατε τὸ πρόσωπον αὐτοῦ διαπαντός. Ἔπαινος γὰρ καὶ δόξα τοῖς τὴν ἀρετὴν τοῦ Θεοῦ διηγουμένοις. Ὁ δὲ Ἀκύλας ἀντὶ τοῦ ἐπαινεῖσθε, καυχᾶσθε τέθεικε. Παρακελεύεται δὲ ὁ λόγος τοῖς ἀποστόλοις καὶ τοῖς διαδόχοις αὐτῶν, μὴ ἐπὶ πλούτῳ, μὴ ἐπὶ ῥώμῃ, μὴ ἐπὶ δυναστείᾳ, μέγα φρονεῖν· ἀλλ' ἐν τῇ τοῦ ἀληθινοῦ Θεοῦ γνώσει καὶ προμηθείᾳ καὶ τῷ καλεῖσθαι Χριστιανούς. Τοῦτο παρηγγύησε καὶ ὁ θεῖος Ἀπόστολος· Ὁ καυχώμενος γὰρ, φησὶν, ἐν Κυρίῳ καυχάσθω· οὐ γὰρ ὁ ἑαυτὸν συνιστῶν ἐκεῖνος δόκιμος, ἀλλ' ὃν ὁ Κύριος συνίστησι. Ταῦτα καὶ Ἱερεμίας καὶ ἡ σοφωτάτη Ἄννα διέξεισι· Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ· ἀλλ' ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, συνιεῖν καὶ γινώσκειν, ὅτι ἐγώ εἰμι ὁ Κύριος ὁ ποιῶν ἔλεος καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. Εὐφρανθήτω καρδία ζητούντων τὸν Κύριον· τουτέστιν ἐπικαλουμένων αὐτὸν εἰς βοήθειαν, ἢ δι' ἀρετῆς πρὸς αὐτὸν ὁδευόντων, οἷς καὶ εὑρίσκεται ∆ιδάσκει δὲ πόσον ὄφελος ἐκ τοῦ ἐξομολογεῖσθαι γενήσεται. Ὃ γὰρ ἐζητήσατε, φησὶ, τοῦτο συμβήσεται ὑμῖν, ἡ περὶ τὸν νοῦν εὐφροσύνη· τῆς γὰρ εἰς Θεὸν ἐλπίδος αὕτη καρπός. Θέα δὲ ὅπως ἀπὸ ἐξομολογήσεως ἤρξατο, καὶ κατέληξεν εἰς εὐφροσύνην. Ἀρχὴ μὲν γὰρ τῆς κατὰ Θεὸν προκοπῆς ἐξομολόγησις· τέλος δὲ ἡ κατὰ Θεὸν εὐφροσύνη· πλεῖστα δὲ τὰ μεταξὺ τούτων. ∆εήσει τοίνυν πρῶτον ἐξομολογεῖσθαι τῷ Κυρίῳ διὰ γνησίας μετανοίας, καὶ καρπῶν πρεπόντων τῇ ἐξομολογήσει· ἔπειτα βελτιωθέντας θαῤῥεῖν καὶ ἐπικαλεῖσθαι τὸ ὄνομα αὐτοῦ, καὶ οὕτως μετὰ τὴν ἐξομολόγησιν ἐπικαλουμένους καταξιοῦσθαι τῶν παρὰ τοῦ Θεοῦ χαρισμάτων· εἶτα τούτων τυχόντες, ἑτέρους ὠφελεῖν διὰ τοῦ ἀπαγγέλλειν εἰς ἅπαντας, ἅπερ μεμαθήκασιν ἔργα αὐτοῦ· καὶ ἐπὶ τούτοις ὡς ἂν καταξιωθέντας τῆς κατὰ Θεὸν θυμηδίας, ᾄδειν αὐτῷ καὶ ψάλλειν· καὶ μετὰ ταῦτα σαφηνιστὰς γίνεσθαι τῶν ἐν τοῖς θείοις λογίοις ἀποῤῥήτων· εἶτ' ἤδη κατωρθωκότας τὰ τοσαῦτα ἐπαινεῖσθαι ἐν τῷ ὀνόματι αὐτοῦ· καὶ τέλος μετὰ πάντα, εὐφραίνεσθαι κατὰ διάνοιαν, καρδίαν ὀνομαζομένην. Αὕτη, τὸν Κύριον ἐκζητοῦσα, ἐξ αὐτῆς τῆς ζητήσεως καὶ τῆς ἐπιγινομένης τῇ ζητήσει εὑρέσεως, ἀπολαυέτω τῆς κατὰ Θεὸν εὐφροσύνης. Ταῦτα δὲ πάντα ἡγοῦμαι εἰς πρόσωπον τῶν ἀποστόλων ὑπὸ τοῦ ἁγίου Πνεύματος ἀναφέρεσθαι. Τὸ γὰρ, Ἀπαγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔργα αὐτοῦ, οὐκ ἄλλοις ἁρμόζει λέγεσθαι ἢ αὐτοῖς. Μαρτυρεῖ δὲ τῷ λόγῳ τὸ ἀποτέλεσμα· μόνοι γὰρ ἀπήγγειλαν τοῦ Θεοῦ τὰ ἔργα ἐν τοῖς ἔθνεσι τοῖς δι' αὐτῶν τὸν τῶν ὅλων Θεὸν ἐπεγνωκόσιν, οὓς ἀνωτέρω καινὴν γενεὰν καὶ λαὸν κτιζόμενον προσηγόρευσε. ∆εῖ τοίνυν τὸν μέλλοντα ζητεῖν τὸν Κύριον ἐξομολογεῖσθαι πρότερον δι' εἰλικρινοῦς μετανοίας καὶ τῶν ταύτης καρπῶν· ὁ γὰρ τοιοῦτος καὶ ζητεῖν δύναται, καὶ ζητῶν εὑ 23.1301 ρεῖν. Εἰ γὰρ ἐπὶ λίθων τιμίων τῶν εἰδότων χρεία, καὶ ἐπὶ κολυμβητῶν πολλῆς τῆς ἐπιστήμης δεῖ, πολλῷ μᾶλλον ἐπὶ Θεοῦ. Πολλὰ γάρ ἐστι τὰ κωλύοντα αὐτὸν εὑρεῖν, καὶ πραγμάτων ὄχλος, καὶ σαρκὸς ἐπαναστάσεις, καὶ νοσήματα ψυχῶν, καὶ δαιμόνων ἐπιβουλαὶ, καὶ ῥᾳθυμία γνώμης. Κἂν ἀπαλλαγῶμεν τούτων ἁπάντων, ταχέως αὐτὸν εὑρήσομεν, καὶ τὴν κακίαν ἀποδυσόμεθα, καὶ τὴν ἀρετὴν ἑλώμεθα. Αὕτη γάρ ἐστιν ἡ ἐκεῖ φέρουσα ὁδός. Τί οὖν ἐστι ζήτησις; τὸ συνεχῶς ἐκεῖνον ἐννοεῖν καὶ λογίζεσθαι· ὁ γὰρ ζητῶν ἐπὶ διανοίας ἔχει τὸ ζητούμενον. Ζητήσατε τὸν Κύριον καὶ κραταιώθητε· ζητήσατε τὸ πρόσωπον αὐτοῦ