474
διαπαντός. Τί ἐστι τὸ ζητεῖν τὸν Κύριον; τὸ τὰ ἐκείνου φρονεῖν, τὸ ἀεὶ αὐτὸν λογίζεσθαι, τὸ ἀεὶ ἐν διανοίᾳ ἔχειν, τὸ μηδέποτε παύεσθαι ὁμιλοῦντα αὐτῷ διὰ τῆς προσευχῆς καὶ τῶν ἀγαθῶν πράξεων. Ἄμαχοι δὲ οἱ ζητοῦντες ἔσονται καὶ ἀήττητοι. Παρορμήσας μέντοι ὁ λόγος τοὺς τῶν ἐθνῶν κήρυκας ἐπὶ τὸ προθύμως ἐκζητῆσαι τὸν Κύριον, ἔτι μᾶλλον αὐτοὺς ἐπιῤῥώννυσι λέγων, Κραταιώθητε, τουτέστι, Μὴ χαυνοῦσθε εἰς τὸ ζητεῖν αὐτόν. Τοῦτο δὲ προσφωνεῖ αὐτοῖς, ὡς δεομένοις κράτους καὶ δυνάμεως εἰς τὸ ἰσχῦσαι τὸ προστεταγμένον ποιῆσαι· ὅπερ ἦν τὸ ἔθνεσι κηρύξαι, Ἕλλησί τε καὶ βαρβάροις, κατὰ τὸ, Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. ∆ιδάσκων δὲ πῶς δεῖ τὸ ζητεῖν ποιεῖν, καὶ ὅτι οὐχ ἅπαξ ἢ δὶς, ἀλλὰ παρὰ πάντα τὸν βίον τὴν ἄνωθεν ἐπικουρίαν προσήκει ζητεῖν καὶ τὴν ὠφέλειαν καρποῦσθαι, ἐπήγαγε· Ζητήσατε τὸ πρόσωπον αὐτοῦ διαπαντός· οὐ τρίτον τοῦ ἐνιαυτοῦ, κατὰ τὸν ὑπὸ Μωϋσέως δοθέντα νόμον ἐνώπιον αὐτοῦ φαινόμενοι, ἀλλὰ παρὰ πάντα τὸν βίον. Πρόσωπον δὲ ἐνταῦθα τὴν ἐπιφάνειαν αὐτοῦ φησὶ, τὴν ἐπισκοπὴν, τὴν πρόνοιαν, τὴν κηδεμονίαν, τὴν βοήθειαν, τὴν συμμαχίαν, τὴν ἔννοιαν τὴν περὶ αὐτόν. Τὸ γὰρ τῆς οὐσίας πρόσωπον οὐδεὶς ὄψεται καὶ ζήσεται. Πρόσωπον δὲ αὐτοῦ καὶ ὁ Υἱός. Μνήσθητε τῶν θαυμασίων αὐτοῦ ὧν ἐποίησε, τὰ τέρατα αὐτοῦ καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ· εἴτε τῶν ἐν τῇ Παλαιᾷ Γραφῇ, εἴτε τῶν ἐν τοῖς Εὐαγγελίοις. Ταῦτα γὰρ δεήσει ὑμᾶς τοὺς τῶν ἐθνῶν κήρυκας εἰς πάντα τὰ ἔθνη διαδοῦναι· ἐπεὶ μὴ πρότερον αὐτὰ παρά τινος ἄλλου μεμαθήκασιν. Ὅσα τοίνυν ἐνανθρωπήσας ὁ Λόγος διεπράξατο τοῖς παλαιοῖς ὁμοῦ συνάψαντες, μνήσθητε παραδοῦναι τοῖς ἔθνεσιν. Ἐνταῦθά μοι δοκεῖ τὴν ὁδὸν δεικνύναι δι' ἧς δυνατὸν καὶ ζητεῖν καὶ εὑρεῖν τὸν Θεόν. Τίς δὲ ἡ ὁδός; τὸ διηνεκῶς ἐπὶ μνήμης φέρειν τὰ παράδοξα αὐτοῦ ἔργα, καὶ τοὺς νόμους καὶ τὰς ἐντολάς· διὸ ἐπάγει, Τὰ τέρατα αὐτοῦ καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ· τέρατα μὲν τὰς θεοσημείας λέγων, κρίματα δὲ τὰς ἀποφάσεις, τὰς ἐντολὰς, ἢ τὰ ἐνδίκως καὶ κρίσει δικαίᾳ ὑπὸ τοῦ Θεοῦ γεγενημένα θαύματα. Ποῖα δὲ τέρατα, εἰπέ μοι; Τὰ ἐν Αἰγύπτῳ, τὰ μετὰ τὴν Αἴγυπτον, τὰ πρὸ τῆς Αἰγύπτου, τὰ μετὰ τὴν παρουσίαν τὴν αὐτοῦ. Πάντα γὰρ ταῦτα 23.1304 θαυμαστὰ καὶ παράδοξα πράγματα, καὶ ἀκολουθίαν ἀνθρωπίνην ὑπερβαίνοντα. Ἢ τέρατα μὲν τὰ γεγενημένα θαύματα, ὡς τὸ περιπατῆσαι ἐπὶ τῆς θαλάσσης, καὶ νεκρὸν ἀναστῆσαι, καὶ τὰ τοιαῦτα· κρίματα δὲ τοῦ στόματος αὐτοῦ τοὺς λόγους οὓς ἔλεγεν, ἐλαύνων τῶν ἀνθρώπων τοὺς ἀκαθάρτους δαίμονας, ἢ καὶ τὰς ἐντολὰς τῆς Καινῆς ∆ιαθήκης. Μᾶλλον δὲ ἐνταῦθά μοι δοκεῖ κρίματα τοὺς νόμους λέγειν, τοὺς ἐν οὐρανῷ, τοὺς ἐν γῇ, τοὺς ἐν θαλάσσῃ. Οὐ γὰρ δὴ μόνος ἄνθρωπος ἔλαβε νόμον, ἀλλὰ τὰ ὁρώμενα ἅπαντα· ἡ θάλασσα τὸ μὴ ὑπερβαίνειν τοὺς αἰγιαλούς· τὰ ὄρη τὸ πεπηγέναι, ἡ γῆ τὸ ἑστάναι, ὁ ἥλιος τὸ τρέχειν, ἡ σελήνη τὴν ἰδίαν εὐταξίαν, ὁ ποικίλος τῶν ἀστέρων χορὸς, ἡ φύσις τῶν σωμάτων, ἡ τῶν φυτῶν, ἡ τῶν ἀλόγων, ἡ τῶν ἄλλων ἁπάντων· οἰκείοις γὰρ ἅπαντα διοικεῖται νόμοις. Καὶ ταῦτα ἅπαντα ἐπιτάγμασι γέγονεν, ὅπερ δηλοῦται διὰ τοῦ στόματος. Ὅσα τοίνυν τὸ στόμα αὐτοῦ ἔκρινεν, εἴτε διὰ τῆς Παλαιᾶς, εἴτε διὰ τῆς Νέας ∆ιαθήκης ἔκρινε, ἐπισυνάψατε, φυλάττειν ὡς νόμους βασιλικοὺς τὰ κρίματα αὐτοῦ τοῖς ἔθνεσι παραγγέλλοντες. Νοήσεις δὲ κρίματα τὰ δικαίᾳ ψήφῳ θαυματουργηθέντα. Ἐπειδὴ γὰρ τὰ ἐν Αἰγύπτῳ μέλλει διηγεῖσθαι, προδιδάσκει τῆς Αἰγυπτίων τιμωρίας τὸ δίκαιον. Ἔδει γὰρ πάντας τοὺς ἐπὶ γῆς ἀνθρώπους ὑποκειμένους τοῖς αὐτοῦ κρίμασι μὴ ἀγνοεῖν μήτε τὰ ἔργα αὐτοῦ μήτε τὰ κρίματα αὐτοῦ. ∆ι' ὧν κριμάτων οὐ μόνον τὸ Ἰουδαίων ἔθνος, ἀλλὰ καὶ πάντας τοὺς ἐπὶ γῆς ἀνθρώπους ἔκρινε τῆς αὐτοῦ κλήσεως καταξιῶσαι. Σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ. Αὐτὸς Κύριος ὁ Θεὸς ἡμῶν. Ἐπεὶ μὴ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ,μηδὲ ὅσοι εἰσὶ σπέρμα Ἀβραὰμ,