475
πάντες τέκνα, εἰκότως μὲν ὁ Σωτὴρ ἡμῶν τοῖς ἐκ σπέρματος εἶναι Ἀβραὰμ αὐχοῦσιν Ἰουδαίοις ἔλεγεν· Οἶδα, ὅτι σπέρμα Ἀβραάμ ἐστε· καὶ πάλιν· Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε· ὥς τινων τέκνα μὲν ὄντων τοῦ Ἀβραὰμ διὰ μιμήσεως, οἳ καὶ ἐκλεκτοὶ εἴρηνται· τινῶν δὲ σπέρμα μόνον ὄντων αὐτοῦ, καὶ διὰ τοῦτο ἐκλεκτῶν οὐκ ὄντων. Οὐ γὰρ τὸ σπέρμα ἐκλεκτὸν ἐλέχθη, ἀλλ' οἱ υἱοί. Τὸ δὲ σπέρμα δοῦλοι αὐτοῦ. Ἐπεὶ τοίνυν οἱ τοῦ Σωτῆρος μαθηταὶ, οἱ τῶν ἐθνῶν γενόμενοι κήρυκες, ἀμφότερα εἶχον, ἅτε καὶ δοῦλοι ὄντες καὶ ἐκλεκτοί· ὅθεν πρὸς αὐτοὺς λέλεκται· Σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ. Πρὸς δὲ τὸ, Ἐκλεκτοὶ αὐτοῦ, παραθήσεις τὸ, Τούτους τοὺς δώδεκα ἐξελέξατο ὁ Ἰησοῦς, καὶ ἀποστόλους ὠνόμασε· καὶ τὸ, Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην; Τὸ δὲ ἐξαίρετον τῶν ἐκλεκτῶν νοήσομεν ἀπὸ τοῦ· Πολλοὶ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί. Αὐτὸς Κύριος ὁ Θεὸς ἡμῶν, ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ. Οὐκ ἀγνοητέον, φησὶν, ὅτι αὐτός ἐστι Κύριος ὁ Θεὸς ἡμῶν, ὃς προνοίᾳ τὸν σύμπαντα κόσμον θείοις κρίμασι διοικεῖ, ὡς μηδὲν ἀκρίτως, μηδὲ ἄνευ τῆς τοῦ Θεοῦ προνοίας γίγνεσθαι. Ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὑτοῦ, λόγου οὗ ἐνετείλατο εἰς χιλίας γενεὰς, ὃν διέθετο 23.1305 τῷ Ἀβραὰμ, καὶ τοῦ ὅρκου αὐτοῦ τῷ Ἰσαάκ· καὶ ἔστησεν αὐτὸν τῷ Ἰακὼβ εἰς πρόσταγμα, καὶ τῷ Ἰσραὴλ εἰς διαθήκην αἰώνιον, λέγων· Σοὶ δώσω τὴν γῆν Χαναὰν, σχοίνισμα κληρονομίας ὑμῶν. Ἐν τῷ εἶναι αὐτοὺς ἀριθμῷ βραχεῖς, ὀλιγοστοὺς καὶ παροίκους ἐν αὐτῇ. Καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος, καὶ ἐκ βασιλείας εἰς λαὸν ἕτερον. Οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτοὺς, καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς. Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε. Ἐπιστήσας ἀκριβῶς τίς ἦν ὁ λόγος ὃν ἐνετείλατο εἰς πολλὰς γενεὰς ἐξικνούμενον, οὐ γὰρ ἐτῶν ἀριθμὸν, ἀλλὰ τὸ διηνεκὲς αἰνίττεται καὶ τὸ πλῆθος, ὡς τὸ ἑπτάκις, Στεῖρα ἔτεκεν ἑπτὰ, τουτέστι πολλὰ, καὶ, Ἑπτάκις πεσεῖται ὁ δίκαιος, καὶ ἀναστήσεται· εὑρήσεις αὐτὸν εἰρημένον οὕτως πρὸς Ἀβραὰμ, Καὶ ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη τῆς γῆς. Καὶ, Ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου. Εὕροις δ' ἂν τὰ παραπλήσια καὶ τῷ Ἰσαὰκ ἐπηγγελμένα καὶ ὀμοσθέντα περί τε τῆς γῆς καὶ τοῦ πληθυσμοῦ τοῦ σπέρματος. Ταῦτα δὲ μετὰ πλείστας ὅσας γενεὰς ἐπληροῦτο διὰ τῆς ἐπιφανείας Χριστοῦ τοῦ ἐκ σπέρματος Ἀβραὰμ, γενομένου Σωτῆρος ἡμῶν. Εἰσέτι τε νῦν ἐνεργεῖ καὶ διαμένει ἡ ἐπαγγελία, μέχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ. Οὗτος οὖν μετὰ μακρὸν αἰῶνα, καὶ μετὰ πλείστας σφόδρα γενεὰς, τὰς γὰρ χιλιάδας ἀντὶ τῶν πολλῶν παρείληφε, καὶ ταύτας ἐπλήρου τὰς πρὸς τοὺς πατριάρχας ἐπαγγελίας, διὰ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ καὶ διὰ τῆς αὐτοῦ διδασκαλίας πᾶσι τοῖς ἔθνεσι τὴν τοῦ Ἀβραὰμ εὐλογίαν δεδωρημένος. Καὶ ἐκάλεσε λιμὸν ἐπὶ τὴν γῆν, πᾶν στήριγμα ἄρτου συνέτριψεν. Ἐν τούτοις ὁ λόγος καὶ ἄλλο τι λεληθὸς τοὺς πολλοὺς διδάσκει. Τὴν γὰρ αἰτίαν τοῦ κληθῆναι δίκην ἐμψύχου ζώου τὸν λιμὸν ἐπὶ τὴν γῆν, λέγω δὴ τὴν ἐνεργητικὴν δύναμιν τοῦ λιμοῦ, καὶ τοῦ συντριβῆναι πᾶν στήριγμα ἄρτου, παρίστησιν, ἵνα καὶ φανιεῖ που ἄρτος μὴ στηρίζοι τοὺς ἐμπιπλαμένους ἐξ αὐτοῦ, κατὰ τὸ, Ἄρτος στηρίζει καρδίαν ἀνθρώπου. Τοῦτο γάρ ἐστιν ὃ μάλιστα συμβαίνει ἐν τοῖς λιμοῖς, κατ' ὀργὴν Θεοῦ γιγνόμενον, τὸ καὶ τοὺς ἐσθίοντας μὴ στηρίζεσθαι. Ἀπέστειλεν ἔμπροσθεν αὐτῶν ἄνθρωπον, εἰς δοῦλον ἐπράθη Ἰωσήφ. Ἐταπείνωσαν ἐν πέδαις τοὺς πόδας αὐτοῦ, σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ, μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ. Πάντα ταῦτα ὑπέμεινε μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ, ὃν ἐπὶ τοῖς ὁράμασιν ἰδὼν ἐξεῖπε τῷ ἑαυτοῦ πατρὶ καὶ τοῖς ἀδελφοῖς φήσας, ἑωρακέναι αὐτὸν δράγματα καὶ τοὺς ἀδελφοὺς ὁμοίως ἀναλέγοντας, ἔπειτα τὰ ἐκείνων τὸ ἑαυτοῦ προσκεκυνηκέναι δράγμα· ὁμοίως δὲ τὸν ἥλιον, καὶ τὴν σελήνην, καὶ τοὺς